Kitap 12
105.2
ἁλίσκονται δʼ, οἶμαι, τῶν ἡμέρων ἀνδρῶν αἱ ψυχαὶ μάλιστά πως ἐλέῳ διὰ τὴν κοινὴν τῆς φύσεως ὁμοπάθειαν. Ἀθηναῖοι γὰρ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰς τὴν Σφακτηρίαν νῆσον πολλοὺς τῶν Λακεδαιμονίων κατακλείσαντες καὶ λαβόντες αἰχμαλώτους ἀπελύτρωσαν τοῖς Σπαρτιάταις.
58.2
μάλιστα δʼ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις. ἐγένετο δʼ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα· τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν.
105.3
πάλιν Λακεδαιμόνιοι πολλοὺς τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αἰχμαλωτισάμενοι παραπλησίως ἐχρήσαντο. καὶ καλῶς ἀμφότεροι ταῦτʼ ἔπραξαν. δεῖ γὰρ τοῖς Ἕλλησι τὴν ἔχθραν εἶναι μέχρι τῆς νίκης, καὶ κολάζειν μέχρι τοῦ κρατῆσαι τῶν ἐναντίων.
27.3
οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην.
105.4
ὁ δὲ περαιτέρω τὸν ὑποπεσόντα καὶ πρὸς τὴν τοῦ κρατοῦντος εὐγνωμοσύνην προσφεύγοντα τιμωρούμενος οὐκέτι τὸν ἐχθρὸν κολάζει, πολὺ δὲ μᾶλλον ἀδικεῖ τὴν ἀνθρωπίνην ἀσθένειαν.