Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

57.3 ἀναχθέντος δʼ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν· ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν.
104.4 διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καθʼ ἑαυτῶν νόμον θήσομεν εἰς ἅπαντα τὸν αἰῶνα. οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρʼ ἑτέρων τυχεῖν ποτε φιλανθρωπίας, ἄλλους τε πράξαντας δεινὰ παθεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν Ἑλλήνων ἐθισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσθαι τὰ κοινὰ πάντων νόμιμα.
33.2 γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δʼ ὄφιν καὶ τῶν ἐκ τοῦ σώματος τῶν ἀνθρώπων ὀφθαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα. ὁ μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον. μεταφέρεταί τε ὁ λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις.
57.4 ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, διʼ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος· εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη.
104.5 τίς γὰρ Ἑλλήνων τοὺς παραδόντας ἑαυτοὺς καὶ τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ πιστεύσαντας ἀπαραιτήτου τιμωρίας ἠξίωκεν, ἢ τίς ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον, τῆς δὲ προπετείας τὴν εὐλάβειαν ἔσχηκεν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi