Kitap 12
54.2
ἀποστάντων γὰρ Περσῶν καὶ τὰ πλεῖστα τῶν ἐθνῶν συνεπέθετο. πῶς γὰρ Κῦρος ἐξ ἰδιώτου τῆς Ἀσίας ὅλης ἐβασίλευσε; τῇ πρὸς τοὺς κρατηθέντας εὐγνωμοσύνῃ. Κροῖσον γὰρ τὸν βασιλέα λαβὼν αἰχμάλωτον οὐχ ὅπως ἠδίκησεν, ἀλλὰ καὶ προσευηργέτησεν· παραπλησίως δὲ καὶ τοῖς ἄλλοις βασιλεῦσί τε καὶ δήμοις προσηνέχθη.
31.3
μάρτυρα δὲ τούτων παρέχονται τὸν πρεσβύτατον σχεδὸν καὶ μάλιστα τῶν ποιητῶν θαυμαζόμενον παρʼ Ἕλλησι· τοῦτον γὰρ κατὰ τὴν Ἰλιάδα παρεισάγειν τόν τε Δία καὶ τοὺς ἄλλους μετʼ αὐτοῦ θεοὺς ἀποδημοῦντας εἰς Αἰθιοπίαν πρός τε τὰς θυσίας τὰς ἀπονεμομένας αὐτοῖς κατʼ ἔτος καὶ εὐωχίαν κοινὴν παρὰ τοῖς Αἰθίοψι, Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο.
104.3
Ἀγαθοκλῆς δὲ πυνθανόμενος τοὺς Καρχηδονίους τὸν Ἔκνομον καλούμενον λόφον ἐν τῇ Γελῴα κατειληφέναι, διέγνω πάσῃ τῇ δυνάμει διαγωνίσασθαι. ὁρμήσας δʼ ἐπʼ αὐτοὺς καὶ πλησίον γενόμενος προεκαλεῖτο εἰς μάχην, ἐπηρμένος τῇ προγεγενημένῃ νίκῃ.
54.3
τοιγαροῦν διαδοθείσης εἰς πάντα τόπον τῆς ἡμερότητος ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν ἀλλήλους φθάνοντες εἰς τὴν τοῦ βασιλέως συμμαχίαν παρεγίνοντο.
2.4
λέγουσι δὲ καὶ τῆς εἰς τὸ θεῖον εὐσεβείας φανερῶς αὐτοὺς κομίζεσθαι τὰς χάριτας, μηδέποτε δεσποτείας ἐπήλυδος πεῖραν λαβόντας· ἐξ αἰῶνος γὰρ ἐν ἐλευθερίᾳ μεμενηκέναι καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ, πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων ἐπʼ αὐτούς,