Kitap 12
104.1
οἱ δὲ περὶ τὸν Δεινοκράτην φυγάδες, ἔχοντες πεζοὺς μὲν ὑπὲρ τοὺς τρισχιλίους, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, τὴν καλουμένην Γαλερίαν κατελάβοντο, τῶν πολιτῶν ἑκουσίως ἐπικαλεσαμένων, καὶ τοὺς μὲν Ἀγαθοκλέους ἐξέβαλον, αὐτοὶ δὲ πρὸ τῆς πόλεως ἐστρατοπέδευσαν.
54.1
οἱ γὰρ ὑποτεταγμένοι τοὺς μὲν φόβῳ κατισχύοντας καιροτηρήσαντες ἀμύνονται διὰ τὸ μῖσος, τοὺς δὲ φιλανθρώπως ἀφηγουμένους βεβαίως ἀγαπῶντες ἀεὶ συναύξουσι τὴν ἡγεμονίαν. τί καθεῖλε τὴν Μήδων ἀρχήν; ἡ πρὸς τοὺς ταπεινοτέρους ὠμότης.
31.2
φασὶ δὲ παρʼ αὐτοῖς πρώτοις καταδειχθῆναι θεοὺς τιμᾶν καὶ θυσίας ἐπιτελεῖν καὶ πομπὰς καὶ πανηγύρεις καὶ τἄλλα διʼ ὧν ἄνθρωποι τὸ θεῖον τιμῶσι· διὸ καὶ τὴν παρʼ αὐτοῖς εὐσέβειαν διαβεβοῆσθαι παρὰ πᾶσιν ἀνθρώποις, καὶ δοκεῖν τὰς παρʼ Αἰθίοψι θυσίας μάλιστʼ εἶναι τῷ δαιμονίῳ κεχαρισμένας.
104.2
Ἀγαθοκλέους δὲ ταχέως ἀποστείλαντος ἐπʼ αὐτοὺς Πασίφιλον καὶ Δημόφιλον μετὰ στρατιωτῶν πεντακισχιλίων ἐγένετο μάχη πρὸς τοὺς φυγάδας, ὧν ἠγεῖτο Δεινοκράτης καὶ Φιλωνίδης, τὰ κέρατα διειληφότες. ἐφʼ ἱκανὸν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ὁ κίνδυνος, φιλοτίμως ἀμφοτέρων τῶν στρατοπέδων ἀγωνιζομένων· τοῦ δʼ ἑτέρου τῶν στρατηγῶν Φιλωνίδου πεσόντος καὶ τοῦ κατὰ τοῦτον μέρους τραπέντος ἠναγκάσθη καὶ Δεινοκράτης ἀποχωρῆσαι. οἱ δὲ περὶ τὸν Πασίφιλον τούτων τε πολλοὺς κατὰ τὴν φυγὴν ἀνεῖλον καὶ τὴν Γαλερίαν ἀνακτησάμενοι τοὺς αἰτίους τῆς ἀποστάσεως ἐκόλασαν.