Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

20.3 ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι. παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν· ἐν ταύτῃ δʼ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων.
28.2 σέβονται δὲ θεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καθόλου πάντα τὰ οὐράνια. ἰχθύων δὲ παντοδαπῶν πλῆθος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα θηρεύουσι.
20.4 διόπερ ἀγωνιῶν ὁ Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους· συνετέτακτο δʼ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν.
28.3 γίνεται δὲ παρʼ αὐτοῖς ἀκροδρύων τε πλῆθος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόν τε ποιοῦσι δαψιλὲς καὶ οἶνον. ὄφεις τε τοῖς μεγέθεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνθρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi