Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 11

50.4 ὁ δʼ Ἀντίγονος φιλοποιησάμενος χρόνον τινὰ τοὺς βαρβάρους καὶ νομίσας αὐτοὺς ἐξηπατημένους παραδεδωκέναι τὸν καθʼ αὑτῶν καιρόν, ἐξέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως πεζοὺς μὲν ψιλοὺς καὶ πρὸς δρόμον εὖ πεφυκότας τετρακισχιλίους, ἱππεῖς δὲ πλείους τῶν τετρακισχιλίων καὶ τούτοις μὲν παρήγγειλε φέρειν ἄπυρα σῖτα πλειόνων ἡμερῶν, Δημήτριον δὲ τὸν υἱὸν καταστήσας ἡγεμόνα πρώτης φυλακῆς ἐξέπεμψε, προστάξας κολάσαι τοὺς Ἄραβας καθʼ ὃν ἂν δύνηται τρόπον. οὗτος μὲν οὖν ἐφʼ ἡμέρας τρεῖς ἀνοδίᾳ πορευόμενος
95.4 οἱ δὲ κυβερνῆται θεωροῦντες τεταραγμένην τὴν μάχην, καὶ πάντα τόπον ὄντα πλήρη θορύβου, καὶ πολλάκις ἐπὶ μίαν ναῦν πλείους ἐπιφερομένας, οὔθʼ ὅ,τι σημαίνοιεν εἶχον, μὴ τῶν αὐτῶν πρὸς ἅπαντα συμφερόντων, οὔτε πρὸς τοὺς κελεύοντας τοὺς ἐνεδέχετο βλέπειν διὰ τὸ πλῆθος τῶν βελῶν.
97.1 ἔσπευδε λαθεῖν τοὺς βαρβάρους, οἱ δὲ σκοποὶ κατανοήσαντες πολεμίαν δύναμιν εἰσβεβληκυῖαν ἐσήμηναν τοῖς Ναβαταίοις διὰ τῶν συγκειμένων πυρσῶν· διόπερ οἱ βάρβαροι νομίσαντες συντόμως ἥκειν τοὺς Ἕλληνας, εἰς μὲν τὴν πέτραν ἀπέθεντο τὰς ἀποσκευὰς καὶ φυλακὴν τὴν ἱκανὴν ἐπέστησαν, οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου, αὐτοὶ δὲ διελόμενοι τὴν λείαν ἄλλοι κατʼ ἄλλους τόπους ἀπήλαυνον εἰς τὴν ἔρημον.
95.5 ἁπλῶς δὲ τῶν παραγγελλομένων οὐδεὶς οὐδὲν ἤκουε, τῶν σκαφῶν θραυομένων καὶ παρασυρομένων τῶν ταρσῶν, ἅμα δὲ καὶ τῇ κραυγῇ τῶν ναυμαχούντων καὶ τῶν ἀπὸ τῆς γῆς συμφιλοτιμουμένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi