Kitap 11
τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας.
ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν Ἀθηναίων ἀγόντων ἡσυχίαν· ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, συνέστη πασῶν τῶν τριήρων ναυμαχία.
προσεχώρησε δʼ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων ἢ χιλίων. οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος.
οἱ μὲν οὖν Ἀθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης· οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο.
ὁ δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρʼ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν.
θλιβόμενοι δὲ πανταχόθεν οἱ Ἀθηναῖοι πρὸς φυγὴν ὥρμησαν· οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν.
ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι. πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας. Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν.
τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσθένης, καταπεπλευκότες μὲν ἐξ Ἀθηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν.
Νικάνορος δὲ τοῦ περὶ Μηδίαν στρατηγοῦ συναγαγόντος ἐπʼ αὐτὸν ἔκ τε Μηδίας καὶ Περσίδος καὶ τῶν σύνεγγυς τόπων στρατιώτας πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ περὶ ἑπτακισχιλίους ὥρμησεν κατὰ σπουδὴν ἀπαντήσων τοῖς πολεμίοις.
ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους· ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον. διʼ ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι.
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους. διαβὰς δὲ τὸν Τίγριν ποταμὸν καὶ πυνθανόμενος ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν τοὺς πολεμίους, ἔκρυψε τοὺς στρατιώτας ἐν τοῖς πλησίον ἕλεσι, διανοούμενος ἀπροσδόκητον ποιήσασθαι τὴν ἐπίθεσιν.
Δημοσθένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιθέσθαι ταῖς Ἐπιπολαῖς—ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν—, ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυκτὸς ἐπέθετο τοῖς Συρακοσίοις. ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς Ἐπιπολῆς μέρος τι τοῦ τείχους κατέβαλον.
ὁ δὲ Νικάνωρ ἐπειδὴ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν οὐχ ηὕρισκε τοὺς πολεμίους, κατεστρατοπέδευσε πρός τινι βασιλικῷ σταθμῷ, νομίζων αὐτοὺς πεφευγέναι μακρότερον. ἐπιγενομένης δὲ νυκτὸς καὶ τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς ἐπιπεσὼν ὁ Σέλευκος ἄφνω πολλὴν ταραχὴν καὶ κατάπληξιν κατεσκεύασε·
τῶν δὲ Συρακοσίων πανταχόθεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ Ἑρμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηθήσαντος, ἐξεώσθησαν οἱ Ἀθηναῖοι καὶ νυκτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατʼ ἄλλους τόπους ἐσκεδάσθησαν.
συναψάντων γὰρ μάχην τῶν Περσῶν συνέβη τόν τε σατράπην αὐτῶν Εὔαγρον πεσεῖν καί τινας τῶν ἄλλων ἡγεμόνων. οὗ συμβάντος οἱ πλείους τῶν στρατιωτῶν τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες τοῖς ὑπʼ Ἀντιγόνου πραττομένοις μετεβάλοντο πρὸς Σέλευκον.
οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν.
ὁ δὲ Νικάνωρ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεδιὼς μὴ παραδοθῇ τοῖς πολεμίοις, ἔφυγε μετὰ τῶν φίλων διὰ τῆς ἐρήμου. Σέλευκος δὲ δυνάμεως ἁδρᾶς κυριεύσας καὶ φιλανθρώπως πᾶσι προσφερόμενος ῥᾳδίως προσηγάγετο τήν τε Σουσιανὴν καὶ Μηδίαν καί τινας τῶν σύνεγγυς τόπων· περί τε τῶν διῳκημένων ἔγραψε πρὸς Πτολεμαῖον καὶ τοὺς ἄλλους φίλους, ἔχων ἤδη βασιλικὸν ἀνάστημα καὶ δόξαν ἀξίαν ἡγεμονίας.
μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηθεῖν ἀξιοῦντα.
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν διέτριβε περὶ Κοίλην Συρίαν, νενικηκὼς Δημήτριον τὸν Ἀντιγόνου παρατάξει μεγάλῃ. ὃν πυνθανόμενος ἐκ Κιλικίας ἀνεστραφέναι καὶ στρατοπεδεύειν περὶ τὴν ἄνω Συρίαν, προεχειρίσατο τῶν περὶ αὑτὸν φίλων Κίλλην τὸν Μακεδόνα·
Ἀθηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσθαι τοῖς πράγμασιν.
τούτῳ δὲ δοὺς δύναμιν ἱκανὴν προσέταξεν ἐκδιῶξαι τὸν Δημήτριον τὸ παράπαν ἐκ τῆς Συρίας ἢ περικαταλαβόντα συντρῖψαι. τούτου δʼ ὄντος κατὰ πορείαν Δημήτριος διὰ τῶν σκοπῶν ἀκούσας τὸν Κίλλην στρατοπεδεύειν καταπεφρονηκότως περὶ Μυοῦντα, τὴν μὲν ἀποσκευὴν ἀπέλιπε, τοὺς δὲ στρατιώτας εὐζώνους παραλαβὼν νυκτὸς πορείαν σύντομον ἐποιήσατο, προσπεσὼν δὲ τοῖς πολεμίοις ἑωθινῆς φυλακῆς ἄφνω τῆς τε δυνάμεως ἄνευ μάχης ἐκυρίευσεν καὶ αὐτὸν τὸν στρατηγὸν ἐζώγρησε. τηλικούτου δʼ εὐτυχήματος γεγενημένου τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει.
Δημοσθένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς Ἀθήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καθημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν· ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας· πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησάμενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουθήσειν ἀπὸ τῶν εἰωθότων τοὺς στρατηγοὺς συκοφαντεῖν.
οὐ μὴν ἀλλὰ τὸν Πτολεμαῖον ὑπολαμβάνων ἥξειν ἐπʼ αὐτὸν μετὰ πάσης τῆς δυνάμεως, ἐστρατοπέδευσε προβλήματα τῆς παρεμβολῆς ποιησάμενος ἕλη καὶ λίμνας. ἔγραψε δὲ καὶ πρὸς τὸν πατέρα περὶ τοῦ γενομένου κατορθώματος, καὶ παρακαλῶν αὐτὸν ἢ δύναμιν ἀποστεῖλαι τὴν ταχίστην ἢ καὶ αὐτὸν παραβαλεῖν εἰς τὴν Συρίαν.
τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο· διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφʼ ἡσυχίας ἔμενον.
ὁ δʼ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον. αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον.
τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δʼ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο. τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι.
Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ.
διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς. ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας· καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα.
πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον· εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα.
μελλόντων δʼ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός. διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις. τούτων δʼ ἀποφηναμένων ἀναγκαῖον εἶναι τὰς εἰθισμένας τρεῖς ἡμέρας ἀναβαλέσθαι τὸν ἔκπλουν, ἠναγκάσθησαν καὶ οἱ περὶ τὸν Δημοσθένην συγκαταθέσθαι διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν.
διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.
οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυθόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεθεῖσθαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων. κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.
οἱ δʼ Ἀθηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καθʼ ὃ ἐτάχθη ὁ τῶν Συρακοσίων στρατηγὸς Ἀγάθαρχος· ἐπὶ δὲ θατέρου μέρους Εὐθύδημος ἐτέτακτο, καθʼ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος· τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς Ἀθηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύθης ὁ Κορίνθιος.
χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν. ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.
ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστα καθʼ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν. ὁ γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσθη τῆς τάξεως, ἐπιστρεψάντων ἐπʼ αὐτὸν τῶν Συρακοσίων ἀπελήφθη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον.
νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν· ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.
κατακλεισθεὶς δʼ εἰς στενὸν τόπον καὶ βιασθεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωθεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφθάρησαν.
χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον. τρέφουσι δʼ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες. οὐκ ὀλίγων δʼ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων·
τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόθη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφθαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα θρασέως ἀγωνιζομένων, βιασθέντες οἱ Ἀθηναῖοι πάντες φυγεῖν ἠναγκάσθησαν.