Kitap 11
88.3
καταστρατοπεδεύσαντος δʼ αὐτοῦ περὶ Κασσωπίαν πόλιν Ἀλκέτας τοὺς μὲν υἱοὺς Ἀλέξανδρον καὶ Τεῦκρον ἀπέστειλεν ἐπὶ τὰς πόλεις, διακελευσάμενος στρατολογεῖν ὡς πλείστους, αὐτὸς δὲ μεθʼ ἧς εἶχε δυνάμεως ἀναζεύξας, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, ἀνέμενε τὴν τῶν υἱῶν παρουσίαν.
40.5
ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες. ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο.
96.4
ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.
88.4
τῶν δὲ περὶ Λυκίσκον ἐπικειμένων καὶ πολὺ τοῖς πλήθεσιν ὑπερεχόντων οἱ μὲν Ἠπειρῶται καταπλαγέντες προσεχώρησαν τοῖς πολεμίοις, ὁ δʼ Ἀλκέτας καταλειφθεὶς κατέφυγεν εἰς Εὐρυμενὰς πόλιν Ἠπειρωτικήν.
40.6
Νικίας δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν· κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον· Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτʼ ἀσθενῶς διακείμενον.