Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 11

7.3 ἐν δὲ τῇ Κατάνῃ Νικίας καὶ Λάμαχος οἱ τῶν Ἀθηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ Ἀθηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας. καὶ προσενεχθέντες τῇ πόλει νυκτὸς ἔλαθον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς Ἐπιπολάς. αἰσθόμενοι δʼ οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήθουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχθησαν.
16.4 διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.
40.3 ἦν γὰρ ὁ δυνάστης οὗτος καθʼ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δʼ εὐεργετικός. ὅπερ καὶ μάλιστʼ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας.
85.4 μετὰ δὲ ταῦτα παραγενομένων τοῖς Ἀθηναίοις ἐξ Αἰγέστης τριακοσίων μὲν ἱππέων, παρὰ δὲ τῶν Σικελῶν ἱππέων διακοσίων πεντήκοντα, συνήγαγον ἱππεῖς τοὺς πάντας ὀκτακοσίους. κατασκευάσαντες δὲ περὶ τὸ Λάβδαλον ὀχύρωμα, τὴν πόλιν τῶν Συρακοσίων ἀπετείχιζον καὶ πολὺν φόβον τοῖς Συρακοσίοις ἐπέστησαν.
16.5 διόπερ οὔτʼ Ἀσσύριοι τὸ παλαιὸν οὔθʼ οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήθησαν αὐτοὺς καταδουλώσασθαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπʼ αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες.
40.4 καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi