Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 11

6.4 ὁ δὲ παραπλήσιος τῷ Γάγγῃ ποταμός, προσαγορευόμενος δὲ Ἰνδός, ἄρχεται μὲν ὁμοίως ἀπὸ τῶν ἄρκτων, ἐμβάλλων δὲ εἰς τὸν ὠκεανὸν ἀφορίζει τὴν Ἰνδικήν· πολλὴν δὲ διεξιὼν πεδιάδα χώραν δέχεται ποταμοὺς οὐκ ὀλίγους πλωτούς, ἐπιφανεστάτους δʼ Ὕπανιν καὶ Ὑδάσπην καὶ Ἀκεσῖνον.
84.5 χωρὶς δὲ τούτων ἄλλο πλῆθος ποταμῶν παντοδαπῶν διαρρεῖ καὶ ποιεῖ κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς παντοδαποῖς τὴν χώραν. τοῦ δὲ κατὰ τοὺς ποταμοὺς πλήθους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν φέρουσιν οἱ παρʼ αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην·
84.6 τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήν τε Σκυθῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν, ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς, ὥστʼ εὐλόγως εἰς τὴν ὑποκειμένην χώραν πανταχόθεν συρρεούσας τὰς λιβάδας ἐκ τοῦ κατʼ ὀλίγον ποιεῖν τοὺς τόπους καθύγρους καὶ γεννᾶν ποταμῶν πλῆθος.
84.7 ἴδιον δέ τι συμβαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν ὀνομαζόμενον Σίλλαν, ῥέοντα δʼ ἔκ τινος ὁμωνύμου κρήνης· ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα δʼ εἰς τὸν βυθὸν καταδύεται παραδόξως.
38.1 τὴν δʼ ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτʼ εἰς ἀλλοεθνεῖς ἀπεσταλκέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi