Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 11

93.3 μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρʼ Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα.
84.2 βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει θόρυβον.
2 πιστεύσας οὖν ὁ δῆμος ταῖς κατηγορίαις, καὶ δεινῶς ὑπὸ τῶν δημαγωγῶν παροξυνθείς, ἀπέστειλε τὴν Σαλαμινίαν ναῦν εἰς Σικελίαν, κελεύων τὴν ταχίστην ἥκειν Ἀλκιβιάδην ἐπὶ τὴν κρίσιν. παραγενομένης οὖν τῆς νεὼς εἰς τὴν Κατάνην, Ἀλκιβιάδης, ἀκούσας τῶν πρέσβεων τὰ δόξαντα τῷ δήμῳ,τοὺς συνδιαβεβλημένους ἀναλαβὼν εἰς τὴν ἰδίαν τριήρη μετὰ τῆς Σαλαμινίας ἐξέπλευσεν.
93.4 διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, τῶν δὲ καθʼ ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μηδʼ ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν.
84.3 τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi