Kitap 1
62.4
ἐν ἔθει γὰρ εἶναι τοῖς κατʼ Αἴγυπτον δυνάσταις περιτίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς· καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δʼ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.
62.5
μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόθεν τὸν πλοῦτον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν ἤθους οὔτε εἰς ἀναθήματα θεῶν οὔτʼ εἰς εὐεργεσίαν ἀνθρώπων οὐδὲν ἀνήλωσε.
62.6
διὸ καὶ γενόμενος οὐ βασιλεὺς ἀλλʼ οἰκονόμος ἀγαθὸς ἀντὶ τῆς ἐπʼ ἀρετῇ δόξης ἀπέλιπε πλεῖστα χρήματα τῶν πρὸ αὐτοῦ βασιλευσάντων· ἀργύρου γὰρ καὶ χρυσοῦ παραδέδοται συναγαγεῖν αὐτὸν εἰς τετταράκοντα μυριάδας ταλάντων.
63.1
τούτου δὲ τελευτήσαντος ἐπὶ γενεὰς ἑπτὰ διεδέξαντο τὴν ἀρχὴν βασιλεῖς ἀργοὶ παντελῶς καὶ πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες. διόπερ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὐδὲν αὐτῶν ἔργον πολυτελὲς οὐδὲ πρᾶξις ἱστορίας ἀξία παραδέδοται πλὴν ἑνὸς Νειλέως, ἀφʼ οὗ συμβαίνει τὸν ποταμὸν ὀνομασθῆναι Νεῖλον, τὸ πρὸ τοῦ καλούμενον Αἴγυπτον· οὗτος δὲ πλείστας εὐκαίρους διώρυχας κατασκευάσας καὶ πολλὰ περὶ τὴν εὐχρηστίαν τοῦ Νείλου φιλοτιμηθεὶς αἴτιος κατέστη τῷ ποταμῷ ταύτης τῆς προσηγορίας.