Kitap 1
15.3
ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δʼ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην.
21.4
ὄντι δʼ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾅδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δʼ ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφʼ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι.
15.4
οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· ὡς δʼ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον.
21.5
τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας.
5
τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.