Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

 
ὁ δʼ οὖν Νεῖλος κατὰ τὴν Αἴγυπτον εἰς πλείω μέρη σχιζόμενος ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα.
 
τούτου δὲ τὰς μὲν πλευρὰς καταγράφει τὰ τελευταῖα τῶν ῥευμάτων, τὴν δὲ βάσιν ἀναπληροῖ τὸ δεχόμενον πέλαγος τὰς ἐκβολὰς τοῦ ποταμοῦ.
 
ἐξίησι δʼ εἰς τὴν θάλατταν ἑπτὰ στόμασιν, ὧν τὸ μὲν πρὸς ἕω κεκλιμένον καὶ πρῶτον καλεῖται Πηλουσιακόν, τὸ δὲ δεύτερον Τανιτικόν, εἶτα Μενδήσιον καὶ Φατνιτικὸν καὶ Σεβεννυτικόν, ἔτι δὲ Βολβίτινον, καὶ τελευταῖον Κανωβικόν, ὅ τινες Ἡρακλεωτικὸν ὀνομάζουσιν.
 
ἔστι δὲ καὶ ἕτερα στόματα χειροποίητα, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν. ἐφʼ ἑκάστῳ δὲ πόλις τετείχισται διαιρουμένη τῷ ποταμῷ καὶ καθʼ ἑκάτερον μέρος τῆς ἐκβολῆς ζεύγμασι καὶ φυλακαῖς εὐκαίροις διειλημμένη. ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ στόματος διῶρύξ ἐστι χειροποίητος εἰς τὸν Ἀράβιον κόλπον καὶ τὴν Ἐρυθρὰν θάλατταν.
 
ταύτην δʼ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον·
 
ἐδιδάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον· μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν.
 
ὕστερον δὲ ὁ δεύτερος Πτολεμαῖος συνετέλεσεν αὐτήν, καὶ κατὰ τὸν ἐπικαιρότατον τόπον ἐμηχανήσατό τι φιλότεχνον διάφραγμα. τοῦτο δʼ ἐξήνοιγεν, ὁπότε βούλοιτο διαπλεῦσαι, καὶ ταχέως πάλιν συνέκλειεν, εὐστόχως ἐκλαμβανομένης τῆς χρείας.
 
ὁ δὲ διὰ τῆς διώρυχος ταύτης ῥέων ποταμὸς ὀνομάζεται μὲν ἀπὸ τοῦ κατασκευάσαντος Πτολεμαῖος, ἐπὶ δὲ τῆς ἐκβολῆς πόλιν ἔχει τὴν προσαγορευομένην Ἀρσινόην.
 
τὸ δʼ οὖν Δέλτα τῇ Σικελίᾳ τῷ σχήματι παραπλήσιον ὑπάρχον τῶν μὲν πλευρῶν ἑκατέραν ἔχει σταδίων ἑπτακοσίων καὶ πεντήκοντα, τὴν δὲ βάσιν θαλάττῃ προσκλυζομένην σταδίων χιλίων καὶ τριακοσίων.
 
ἡ δὲ νῆσος αὕτη πολλαῖς διώρυξι χειροποιήτοις διείληπται καὶ χώραν περιέχει καλλίστην τῆς Αἰγύπτου. ποταμόχωστος γὰρ οὖσα καὶ κατάρρυτος πολλοὺς καὶ παντοδαποὺς ἐκφέρει καρπούς, τοῦ μὲν ποταμοῦ διὰ τὴν κατʼ ἔτος ἀνάβασιν νεαρὰν ἰλὺν ἀεὶ καταχέοντος, τῶν δʼ ἀνθρώπων ῥᾳδίως ἅπασαν ἀρδευόντων διά τινος μηχανῆς, ἣν ἐπενόησε μὲν Ἀρχιμήδης ὁ Συρακόσιος, ὀνομάζεται δὲ ἀπὸ τοῦ σχήματος κοχλίας.
 
πραεῖαν δὲ τοῦ Νείλου τὴν ῥύσιν ποιουμένου, καὶ γῆν πολλὴν καὶ παντοδαπὴν καταφέροντος, ἔτι δὲ κατὰ τοὺς κοίλους τόπους λιμνάζοντος, ἕλη γίνεται πάμφορα.
 
ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῇ γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν.
 
οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθήματα·
 
λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατʼ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον.
 
ἔστι δὲ καὶ δένδρων γένη πλείονα, καὶ τούτων αἱ μὲν ὀνομαζόμεναι περσαῖαι καρπὸν διάφορον ἔχουσι τῇ γλυκύτητι, μετενεχθέντος ἐξ Αἰθιοπίας ὑπὸ Περσῶν τοῦ φυτοῦ καθʼ ὃν καιρὸν Καμβύσης ἐκράτησεν ἐκείνων τῶν τόπων·
 
τῶν δὲ συκαμίνων αἱ μὲν τὸν τῶν μόρων καρπὸν φέρουσιν, αἱ δὲ τὸν τοῖς σύκοις ἐμφερῆ, καὶ παρʼ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν αὐτοῦ φυομένου συμβαίνει τοὺς ἀπόρους καταφυγὴν ἑτοίμην ἔχειν τῆς ἐνδείας.
 
τὰ δὲ βάτα καλούμενα μυξάρια συνάγεται μὲν κατὰ τὴν ἀποχώρησιν τοῦ ποταμοῦ, διὰ δὲ τὴν γλυκύτητα τῆς φύσεως αὐτῶν ἐν τραγήματος μέρει καταναλίσκεται.
 
κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριθῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦθος.
 
χρῶνται δὲ καὶ πρὸς τὴν τῶν λύχνων καῦσιν ἐπιχέοντες ἀντʼ ἐλαίου τὸ ἀποθλιβόμενον ἔκ τινος φυτοῦ, προσαγορευόμενον δὲ κίκι. πολλὰ δὲ καὶ ἄλλα τὰ δυνάμενα τὰς ἀναγκαίας χρείας παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλῆ φύεται κατὰ τὴν Αἴγυπτον. ὑπὲρ ὧν μακρὸν ἂν εἴη γράφειν.
 
θηρία δʼ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον.
 
τούτων δʼ ὁ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα.
 
καὶ μακρόβιον μέν ἐστιν ὡς κατʼ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει. τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται· τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δʼ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέθει τῶν ἄλλων διαλλάττοντες.
 
σαρκοφαγεῖ δʼ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ. καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δʼ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον.
 
ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δʼ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν.
 
πλῆθος δʼ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων· τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δʼ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς,
 
οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός. ἀλλʼ ὅμως τοῦ πλήθους τούτου φυομένου κατὰ τῶν ἀνθρώπων ἡ φύσις κατεσκεύασε μέγα βοήθημα· ὁ γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῷ κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβων, τίκτοντος τοῦ ζῴου παρὰ τὸν ποταμόν, καὶ τὸ θαυμασιώτατον, οὔτε κατεσθίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνθρώπων εὐεργεσίαν.
 
ὁ δὲ καλούμενος ἵππος τῷ μεγέθει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε, τετράπους δʼ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δʼ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν θηρίων ἰσχυρότατον.
 
ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατʼ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετʼ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατʼ Αἴγυπτον.
 
ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις· ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπʼ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθʼ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῇ γενόμενον ἔξαιμον.
 
τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δʼ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτʼ ἐγκοίλιον.
 
χωρὶς δὲ τῶν εἰρημένων θηρίων ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχθύων καὶ κατὰ τὸ πλῆθος ἄπιστα· τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆθος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον.
 
καθόλου δὲ ταῖς εἰς ἀνθρώπους εὐεργεσίαις ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς. τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ θερινῶν τροπῶν ποιούμενος αὔξεται μὲν μέχρι τῆς ἰσημερίας τῆς μετοπωρινῆς, ἐπάγων δʼ ἀεὶ νέαν ἰλὺν βρέχει τὴν γῆν ὁμοίως τήν τε ἀργὴν καὶ σπόριμον καὶ φυτεύσιμον τοσοῦτον χρόνον ὅσον ἂν οἱ γεωργοῦντες τὴν χώραν ἐθελήσωσι.
 
τοῦ γὰρ ὕδατος πραέως φερομένου ῥᾳδίως ἀποτρέπουσιν αὐτὸν μικροῖς χώμασι, καὶ πάλιν ἐπάγουσιν εὐχερῶς ταῦτα διαιροῦντες,
 
ὅταν δόξῃ συμφέρειν. καθόλου δὲ τοσαύτην τοῖς μὲν ἔργοις εὐκοπίαν παρέχεται, τοῖς δʼ ἀνθρώποις λυσιτέλειαν, ὥστε τοὺς μὲν πλείστους τῶν γεωργῶν τοῖς ἀναξηραινομένοις τῆς γῆς τόποις ἐφισταμένους καὶ τὸ σπέρμα βάλλοντας ἐπάγειν τὰ βοσκήματα, καὶ τούτοις συμπατήσαντας μετὰ τέτταρας ἢ πέντε μῆνας ἀπαντᾶν ἐπὶ τὸν θερισμόν, ἐνίους δὲ κούφοις ἀρότροις ἐπαγαγόντας βραχέως τὴν ἐπιφάνειαν τῆς βεβρεγμένης χώρας σωροὺς ἀναιρεῖσθαι τῶν καρπῶν χωρὶς δαπάνης πολλῆς καὶ κακοπαθείας.
 
ὅλως γὰρ πᾶσα γεωργία παρὰ μὲν τοῖς ἄλλοις ἔθνεσι μετὰ μεγάλων ἀναλωμάτων καὶ ταλαιπωριῶν διοικεῖται, παρὰ δʼ Αἰγυπτίοις μόνοις ἐλαχίστοις δαπανήμασι καὶ πόνοις συγκομίζεται. ἥ τε ἀμπελόφυτος ὁμοίως ἀρδευομένη δαψίλειαν οἴνου τοῖς ἐγχωρίοις παρασκευάζει.
 
οἱ δὲ χερσεύειν ἐάσαντες τὴν χώραν τὴν ἐπικεκλυσμένην καὶ τοῖς ποιμνίοις ἀνέντες μηλόβοτον διὰ τὸ πλῆθος τῆς νομῆς δὶς τεκόντα καὶ δὶς ἀποκαρέντα τὰ πρόβατα καρποῦνται.
 
τὸ δὲ γινόμενον περὶ τὴν ἀνάβασιν τοῦ Νείλου τοῖς μὲν ἰδοῦσι θαυμαστὸν φαίνεται, τοῖς δʼ ἀκούσασι παντελῶς ἄπιστον. τῶν γὰρ ἄλλων ποταμῶν ἁπάντων περὶ τὰς θερινὰς τροπὰς ἐλαττουμένων καὶ κατὰ τὸν ἑξῆς χρόνον τοῦ θέρους ἀεὶ μᾶλλον ταπεινουμένων, οὗτος μόνος τότε τὴν ἀρχὴν λαβὼν τῆς πληρώσεως ἐπὶ τοσοῦτον αὔξεται καθʼ ἡμέραν ὥστε τὸ τελευταῖον πᾶσαν σχεδὸν ἐπικλύζειν τὴν Αἴγυπτον.
 
ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθʼ ἡμέραν ἐκ τοῦ κατʼ ὀλίγον ταπεινοῦται, μέχρι ἂν εἰς τὴν προϋπάρξασαν ἀφίκηται τάξιν. καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς Κυκλάσι νήσοις.
 
τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περιληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δʼ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς.
 
οἱ δʼ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi