Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

39.11 καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπʼ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων.
39.12 ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον.
39.13 ὁμοίως δὲ τούτῳ περὶ μὲν τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῷος ποταμός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφʼ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως. ἀλλὰ γὰρ οὐκ ἄν τις παρʼ Ἐφόρῳ ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶναὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας.
40.1 τῶν δʼ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν,
40.2 ᾗ πολλοὶ συγκατατέθεινται. διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi