Kitap 1
38.8
Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν·
38.9
τοῦ δὲ θέρους ἐπιστάντος ἀποχωροῦντα τῇ φορᾷ τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνῃ κειμένην.
38.10
οὐκέτʼ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον· οὐ γὰρ ἐν τοῖς καύμασιν αὔξεσθαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσθαι διὰ τὴν προειρημένην αἰτίαν.
38.11
ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καθῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρασίαν ὁ ἥλιος ἐφʼ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ ταπεινοῦν τὰ φερόμενα ῥεύματα.
38.12
ἐπεὶ δʼ οὐδαμοῦ τῆς Λιβύης οὐδὲν τοιοῦτον γινόμενον θεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται· καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῷ χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασθαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆθος τῶν γινομένων ὄμβρων.
39.1
Δημόκριτος δʼ ὁ Ἀβδηρίτης φησὶν οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσθαι, καθάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι.