Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

35.1 θηρία δʼ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον.
35.2 τούτων δʼ ὁ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ᾠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα.
35.3 καὶ μακρόβιον μέν ἐστιν ὡς κατʼ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει. τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται· τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δʼ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέθει τῶν ἄλλων διαλλάττοντες.
35.4 σαρκοφαγεῖ δʼ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ. καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δʼ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον.
35.5 ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δʼ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν.
35.6 πλῆθος δʼ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων· τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, τοῖς δʼ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi