Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

32.2 μέγιστος δʼ ὢν τῶν ἁπάντων ποταμῶν καὶ πλείστην γῆν διεξιὼν καμπὰς ποιεῖται μεγάλας, ποτὲ μὲν ἐπὶ τὴν ἀνατολὴν καὶ τὴν Ἀραβίαν ἐπιστρέφων, ποτὲ δʼ ἐπὶ τὴν δύσιν καὶ τὴν Λιβύην ἐκκλίνων% φέρεται γὰρ ἀπὸ τῶν Αἰθιοπικῶν ὀρῶν μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς στάδια μάλιστά πως μύρια καὶ δισχίλια σὺν αἷς ποιεῖται καμπαῖς.
32.3 κατὰ δὲ τοὺς ὑποκάτω τόπους συστέλλεται τοῖς ὄγκοις ἀεὶ μᾶλλον, ἀποσπωμένου τοῦ ῥεύματος ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους.
32.4 τῶν δʼ ἀποσχιζομένων μερῶν τὸ μὲν εἰς τὴν Λιβύην ἐκκλῖνον ὑφʼ ἅμμου καταπίνεται τὸ βάθος ἐχούσης ἄπιστον, τὸ δʼ εἰς τὴν Ἀραβίαν ἐναντίως εἰσχεόμενον εἰς τέλματα παμμεγέθη καὶ λίμνας ἐκτρέπεται μεγάλας καὶ περιοικουμένας γένεσι πολλοῖς.
32.5 εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῇ μὲν δέκα σταδίων, τῇ δʼ ἔλαττον τούτων, οὐκ ἐπʼ εὐθείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος· ποτὲ μὲν γὰρ ἑλίττεται πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δʼ ὅτε πρὸς τὴν μεσημβρίαν,
32.6 εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν. ὄρη γὰρ ἐξ ἑκατέρου μέρους τοῦ ποταμοῦ παρήκει, πολλὴν μὲν τῆς παραποταμίας ἐπέχοντα, διειλημμένα δὲ φάραγξι καὶ κρημνοῖς στενοπόροις, οἷς ἐμπῖπτον τὸ ῥεῦμα παλισσυτεῖ διὰ τῆς πεδιάδος, καὶ πρὸς τὴν μεσημβρίαν ἐφʼ ἱκανὸν τόπον ἐνεχθὲν πάλιν ἐπὶ τὴν κατὰ φύσιν φορὰν ἀποκαθίσταται.
32.7 τηλικαύτην δʼ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλουμένοις καταράκταις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi