Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

22.4 τῇ δὲ τρίτῃ πολλῶν μὲν ἀνῃρημένων, τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἐπετελέσαντο πρᾶξιν οἱ κατὰ τὴν πόλιν ἡρωικὴν καὶ μνήμης ἀξίαν. ὁρῶντες γὰρ ἀπαραίτητον οὖσαν τὴν κατʼ αὐτῶν τιμωρίαν καὶ δύναμιν οὐκ ἔχοντες ἀξιόχρεων τὴν ἀμυνομένην τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν, ἐμφανοῦς οὔσης τῆς μεθʼ ὕβρεως τιμωρίας, νυκτὸς δʼ ὁμοθυμαδὸν πρὸς τὸν εὐγενῆ θάνατον ὁρμήσαντες τέκνα μὲν καὶ γυναῖκας καὶ γονεῖς εἰς τὰς οἰκίας ἐγκλείσαντες ἐνέπρησαν, κοινὸν θάνατον καὶ τάφον διὰ τοῦ πυρὸς ἑλόμενοι.
25.5 τηλικαύτης δὲ δυνάμεως προαγούσης εἰς τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι βιβλιαφόρους ἀπέστειλαν πρὸς τοὺς Λακεδαιμονίους δεόμενοι βοηθεῖν· βραδυνόντων δὲ αὐτῶν καὶ τῶν βαρβάρων ἐμβαλόντων εἰς τὴν Ἀττικήν, κατεπλάγησαν, καὶ πάλιν ἀναλαβόντες τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων ὅσα δυνατὸν ἦν ταχέως ἀποκομίζειν, ἐξέλιπον τὴν πατρίδα καὶ συνέφυγον πάλιν εἰς τὴν Σαλαμῖνα.
25.3 διὸ καὶ τυχοῦσαν τῆς ἀθανασίας ἐπὶ ταῖς θεραπείαις τῶν ἀνθρώπων μάλιστα χαίρειν, καὶ κατὰ τοὺς ὕπνους τοῖς ἀξιοῦσι διδόναι βοηθήματα, φανερῶς ἐπιδεικνυμένην τήν τε ἰδίαν ἐπιφάνειαν καὶ τὸ πρὸς τοὺς δεομένους τῶν ἀνθρώπων εὐεργετικόν.
22.5 τῆς δὲ φλογὸς ἄφνω πρὸς ὕψος αἰρομένης οἱ μὲν Ἰσαυρεῖς τὰ κτήματα καὶ πάντα τὰ δυνάμενα τοῖς κρατοῦσιν ὠφελείας παρέχεσθαι τῷ πυρὶ παρέβαλον, οἱ δὲ περὶ τὸν Περδίκκαν θαυμάσαντες τὸ γινόμενον περιέστησαν τὴν δύναμιν καὶ κατὰ πάντα τόπον ἐβιάζοντο παρεισπεσεῖν εἰς τὴν πόλιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi