Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

22.2 τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν· τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
23.3 ὁ γὰρ Μαρδόνιος ἐν τῇ Βοιωτίᾳ διατρίβων μετὰ τῶν δυνάμεων τὸ μὲν πρῶτον τῶν ἐν Πελοποννήσῳ πόλεων ἐπειρᾶτό τινας ἀφιστάνειν,χρήματα διαπεμπόμενος τοῖς προεστηκόσι τῶν πόλεων, μετὰ δὲ ταῦτα πυνθανόμενος τὴν τῶν Ἀθηναίων ἀπόκρισιν καὶ παροξυνθείς, ἅπασαν ἦγεν ἐπὶ τὴν Ἀττικὴν τὴν δύναμιν·
25.1 καθόλου δὲ πολλή τίς ἐστι διαφωνία περὶ τούτων τῶν θεῶν. τὴν αὐτὴν γὰρ οἱ μὲν Ἶσιν, οἱ δὲ Δήμητραν, οἱ δὲ Θεσμοφόρον, οἱ δὲ Σελήνην, οἱ δὲ Ἥραν, οἱ δὲ πάσαις ταῖς προσηγορίαις ὀνομάζουσι.
22.3 οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.
25.4 χωρὶς γὰρ τῆς δεδομένης ὑπὸ Ξέρξου στρατιᾶς πολλοὺς ἄλλους αὐτὸς Μαρδόνιος ἐκ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων τῶν συμμαχίδων πόλεων ἠθροίκει, πλείους τῶν εἴκοσι μυριάδων.
25.2 τὸν δὲ Ὄσιριν οἱ μὲν Σάραπιν, οἱ δὲ Διόνυσον, οἱ δὲ Πλούτωνα, οἱ δὲ Ἄμμωνα, τινὲς δὲ Δία, πολλοὶ δὲ Πᾶνα τὸν αὐτὸν νενομίκασι· λέγουσι δέ τινες Σάραπιν εἶναι τὸν παρὰ τοῖς Ἕλλησι Πλούτωνα ὀνομαζόμενον. φασὶ δʼ Αἰγύπτιοι τὴν Ἶσιν φαρμάκων τε πολλῶν πρὸς ὑγίειαν εὑρέτιν γεγονέναι καὶ τῆς ἰατρικῆς ἐπιστήμης μεγάλην ἔχειν ἐμπειρίαν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi