Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

21.1 ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.
22.4 ὁ δὲ Γέλων ἐχρῆτο πᾶσιν ἐπιεικῶς, μάλιστα μὲν εἰς τὸν ἴδιον τρόπον, οὐχ ἥκιστα δὲ καὶ σπεύδων ἅπαντας ἔχειν ταῖς εὐνοίαις ἰδίους· παρεσκευάζετο γὰρ πολλῇ δυνάμει πλεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ συμμαχεῖν τοῖς Ἕλλησι κατὰ τῶν Περσῶν.
29.7 μετεσχηκότα δὲ τῶν παρʼ Αἰγυπτίοις θεολογουμένων μετενεγκεῖν τὴν Ὀσίριδος τοῦ παλαιοῦ γένεσιν ἐπὶ τοὺς νεωτέρους χρόνους, χαριζόμενον δὲ τοῖς Καδμείοις ἐνστήσασθαι καινὴν τελετήν, καθʼ ἣν παραδοῦναι τοῖς μυουμένοις ἐκ Σεμέλης καὶ Διὸς γεγεννῆσθαι τὸν Διόνυσον. τοὺς δʼ ἀνθρώπους τὰ μὲν διὰ τὴν ἄγνοιαν ἐξαπατωμένους, τὰ δὲ διὰ τὴν Ὀρφέως ἀξιοπιστίαν καὶ δόξαν ἐν τοῖς τοιούτοις προσέχοντας, τὸ δὲ μέγιστον ἡδέως προσδεχομένους τὸν θεὸν Ἕλληνα νομιζόμενον, καθάπερ προείρηται, χρήσασθαι ταῖς τελεταῖς.
21.2 τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi