Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

18.4 ὄντι δʼ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾅδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δʼ ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφʼ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι.
18.5 τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας.
18.6 κατὰ δὲ τὴν Αἰθιοπίαν διδάξαντα τοὺς ἀνθρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους.
19.1 τούτων δʼ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν· διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως.
19.2 διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχθέντος ῥεύματος τὸν μὲν ποταμὸν Ἀετὸν ὀνομασθῆναι, τὸν δʼ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi