Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

13.4 μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς διʼ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, καθʼ ἑκάστην τῶν ἐπαγομένων παρʼ Αἰγυπτίοις πένθʼ ἡμερῶν ἑνὸς γεννηθέντος· ὀνόματα δὲ ὑπάρξαι τοῖς τεκνωθεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην·
13.5 καὶ τὸν μὲν Ὄσιριν μεθερμηνευόμενον εἶναι Διόνυσον, τὴν δὲ Ἶσιν ἔγγιστά πως Δήμητραν. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ βίου.
14.1 πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνθρώπων γένος, εὑρούσης μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριθῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δὲ ὑπὸ τῶν ἀνθρώπων, τοῦ δὲ Ὀσίριδος ἐπινοησαμένου καὶ τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταθέσθαι πάντας τὴν τροφὴν διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεθέντων καὶ διὰ τὸ φαίνεσθαι συμφέρον ὑπάρχειν ἀπέχεσθαι τῆς κατʼ ἀλλήλων ὠμότητος.
14.2 μαρτύριον δὲ φέρουσι τῆς εὑρέσεως τῶν εἰρημένων καρπῶν τὸ τηρούμενον παρʼ αὐτοῖς ἐξ ἀρχαίων νόμιμον· ἔτι γὰρ καὶ νῦν κατὰ τὸν θερισμὸν τοὺς πρώτους ἀμηθέντας στάχυς θέντας τοὺς ἀνθρώπους κόπτεσθαι πλησίον τοῦ δράγματος καὶ τὴν Ἶσιν ἀνακαλεῖσθαι, καὶ τοῦτο πράττειν τιμὴν ἀπονέμοντας τῇ θεῷ τῶν εὑρημένων κατὰ τὸν ἐξ ἀρχῆς τῆς εὑρέσεως καιρόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi