Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

 
ταῦτα γὰρ ἐν ἱεροῖς μὲν περιβόλοις τρέφεται, θεραπεύουσι δʼ αὐτὰ πολλοὶ τῶν ἀξιολόγων ἀνδρῶν τροφὰς διδόντες τὰς πολυτελεστάτας· σεμίδαλιν γὰρ ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φυρῶντες, καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δʼ ὀπτῶντες ἀνεκλείπτως χορηγοῦσι, τοῖς δʼ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων θηρεύοντες παραβάλλουσι, καὶ τὸ καθόλου μεγάλην εἰσφέρονται σπουδὴν εἰς τὴν πολυτέλειαν τῆς τροφῆς.
 
λουτροῖς τε χλιαροῖς χρώμενοι καὶ μύροις τοῖς κρατίστοις ἀλείφοντες καὶ παντοδαπὰς εὐωδίας θυμιῶντες οὐ διαλείπουσι, στρωμνάς τε τὰς πολυτελεστάτας καὶ κόσμον εὐπρεπῆ χορηγοῦσι, καὶ τῶν συνουσιῶν ὅπως τυγχάνῃ κατὰ φύσιν φροντίδα ποιοῦνται τὴν μεγίστην, πρὸς δὲ τούτοις ὁμοφύλους θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσι καὶ θεραπεύουσι ταῖς μεγίσταις δαπάναις καὶ λειτουργίαις. ἐὰν δὲ τελευτήσῃ τι,
 
πενθοῦσι μὲν ἴσα τοῖς ἀγαπητῶν τέκνων στερομένοις, θάπτουσι δὲ οὐ κατὰ τὴν ἑαυτῶν δύναμιν, ἀλλὰ πολὺ τὴν ἀξίαν τῆς ἑαυτῶν οὐσίας ὑπερβάλλοντες.
 
μετὰ γὰρ τὴν Ἀλεξάνδρου τελευτήν, Πτολεμαίου τοῦ Λάγου παρειληφότος ἄρτι τὴν Αἴγυπτον, ἔτυχεν ἐν Μέμφει τελευτήσας ὁ Ἆπις γήρᾳ· ὁ δὲ τὴν ἐπιμέλειαν ἔχων αὐτοῦ τήν τε ἡτοιμασμένην χορηγίαν, οὖσαν πάνυ πολλήν, εἰς ταφὴν ἅπασαν ἐδαπάνησε καὶ παρὰ τοῦ Πτολεμαίου πεντήκοντα ἀργυρίου τάλαντα προσεδανείσατο. καὶ καθʼ ἡμᾶς δὲ τινες τῶν τὰ ζῷα ταῦτα τρεφόντων εἰς τὰς ταφὰς αὐτῶν οὐκ ἔλαττον τῶν ἑκατὸν ταλάντων δεδαπανήκασιν.
 
προσθετέον δὲ τοῖς εἰρημένοις τὰ λειπόμενα τῶν γινομένων περὶ τὸν ἱερὸν ταῦρον τὸν ὀνομαζόμενον Ἆπιν. ὅταν γὰρ τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν οἱ περὶ ταῦτʼ ὄντες ἱερεῖς μόσχον ἔχοντα κατὰ τὸ σῶμα παράσημα τὰ παραπλήσια τῷ προϋπάρξαντι·
 
ὅταν δʼ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, τῶν δʼ ἱερέων οἷς ἐστιν ἐπιμελὲς ἄγουσι τὸν μόσχον τὸ μὲν πρῶτον εἰς Νείλου πόλιν, ἐν ᾗ τρέφουσιν αὐτὸν ἐφʼ ἡμέρας τετταράκοντα, ἔπειτʼ εἰς θαλαμηγὸν ναῦν οἴκημα κεχρυσωμένον ἔχουσαν ἐμβιβάσαντες ὡς θεὸν ἀνάγουσιν εἰς Μέμφιν εἰς τὸ τοῦ Ἡφαίστου τέμενος.
 
ἐν δὲ ταῖς προειρημέναις τετταράκονθʼ ἡμέραις μόνον ὁρῶσιν αὐτὸν αἱ γυναῖκες κατὰ πρόσωπον ἱστάμεναι καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δʼ ἄλλον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ.
 
τῆς δὲ τοῦ βοὸς τούτου τιμῆς αἰτίαν ἔνιοι φέρουσι λέγοντες ὅτι τελευτήσαντος Ὀσίριδος εἰς τοῦτον ἡ ψυχὴ μετέστη, καὶ διὰ ταῦτα διατελεῖ μέχρι τοῦ νῦν ἀεὶ κατὰ τὰς ἀναδείξεις αὐτοῦ μεθισταμένη πρὸς τοὺς μεταγενεστέρους·
 
ἔνιοι δὲ λέγουσι τελευτήσαντος Ὀσίριδος ὑπὸ Τυφῶνος τὰ μέλη συναγαγοῦσαν τὴν Ἶσιν εἰς βοῦν ξυλίνην ἐμβαλεῖν βύσσινα περιβεβλημένην, καὶ διὰ τοῦτο καὶ τὴν πόλιν ὀνομασθῆναι Βούσιριν. πολλὰ δὲ καὶ ἄλλα μυθολογοῦσι περὶ τοῦ Ἄπιδος, ὑπὲρ ὧν μακρὸν ἡγούμεθα τὰ καθʼ ἕκαστον διεξιέναι.
 
πάντα δὲ θαυμάσια καὶ μείζω πίστεως ἐπιτελοῦντες οἱ κατʼ Αἴγυπτον εἰς τὰ τιμώμενα ζῷα πολλὴν ἀπορίαν παρέχονται τοῖς τὰς αἰτίας τούτων ζητοῦσιν.
 
οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, ὃ προειρήκαμεν ἐν τοῖς θεολογουμένοις ὑπʼ αὐτῶν, οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυθώδη παντελῶς καὶ τῆς ἀρχαϊκῆς ἁπλότητος οἰκείαν.
 
φασὶ γὰρ τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀνομίας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισι ζῴοις, καὶ διὰ τοῦ τοιούτου τρόπου διαφυγεῖν τὴν ὠμότητα καὶ βίαν αὐτῶν· ὕστερον δὲ τῶν κατὰ τὸν κόσμον πάντων κρατήσαντας, καὶ τοῖς αἰτίοις τῆς ἐξ ἀρχῆς σωτηρίας χάριν ἀποδιδόντας, ἀφιερῶσαι τὰς φύσεις αὐτῶν οἷς ἀφωμοιώθησαν, καὶ καταδεῖξαι τοῖς ἀνθρώποις τὸ τρέφειν μὲν ζῶντα πολυτελῶς, θάπτειν δὲ τελευτήσαντα.
 
δευτέραν δὲ λέγουσιν αἰτίαν, ὅτι τὸ παλαιὸν οἱ κατʼ Αἴγυπτον διὰ τὴν ἀταξίαν τὴν ἐν τῷ στρατοπέδῳ πολλαῖς μάχαις ὑπὸ τῶν πλησιοχώρων ἡττηθέντες ἐπενόησαν σύνθημα φορεῖν ἐπὶ τῶν ταγμάτων.
 
φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, καὶ πήξαντας ἐπὶ σαυνίων, φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως· μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῷα· χάριν οὖν αὐτοῖς τοὺς ἀνθρώπους ἀποδοῦναι βουλομένους εἰς ἔθος κατατάξαι τῶν εἰκασθέντων τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν.
 
τρίτην δʼ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζῴων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνθρώπων.
 
τὴν μὲν γὰρ θήλειαν βοῦν ἐργάτας τίκτειν καὶ τὴν ἐλαφρὰν τῆς γῆς ἀροῦν, τὰ δὲ πρόβατα δὶς μὲν τίκτειν καὶ τοῖς ἐρίοις τὴν σκέπην ἅμα καὶ τὴν εὐσχημοσύνην περιποιεῖν, τῷ δὲ γάλακτι καὶ τῷ τυρῷ τροφὰς παρέχεσθαι προσηνεῖς ἅμα καὶ δαψιλεῖς. τὸν δὲ κύνα πρός τε τὰς θήρας εἶναι χρήσιμον καὶ πρὸς τὴν φυλακήν· διόπερ τὸν θεὸν τὸν παρʼ αὐτοῖς καλούμενον Ἄνουβιν παρεισάγουσι κυνὸς ἔχοντα κεφαλήν, ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν.
 
ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθʼ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν, τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν, ἔτι δʼ εὐνοϊκῶς διακειμένους συζητεῖν ὠρυομένους· διὸ καὶ τοῖς Ἰσείοις προπορεύεσθαι τοὺς κύνας κατὰ τὴν πομπήν, τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων τὴν παλαιὰν τοῦ ζῴου χάριν.
 
καὶ τὸν μὲν αἴλουρον πρός τε τὰς ἀσπίδας θανάσιμα δακνούσας εὔθετον ὑπάρχειν καὶ τἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δʼ ἰχνεύμονα τῶν κροκοδείλων παρατηροῦντα τοὺς γόνους τὰ καταληφθέντα τῶν ᾠῶν συντρίβειν, καὶ ταῦτʼ ἐπιμελῶς καὶ φιλοτίμως ἐνεργεῖν μηδὲν ὠφελούμενον.
 
τοῦτο δʼ εἰ μὴ συνέβαινε γίνεσθαι, διὰ τὸ πλῆθος τῶν γεννωμένων θηρίων ἄβατον ἂν γενέσθαι τὸν ποταμόν. ἀπόλλυσθαι δὲ καὶ τοὺς κροκοδείλους αὐτοὺς ὑπὸ τοῦ προειρημένου ζῴου παραδόξως καὶ παντελῶς ἀπιστουμένῃ μεθόδῳ· τοὺς γὰρ ἰχνεύμονας κυλιομένους ἐν τῷ πηλῷ χασκόντων αὐτῶν καθʼ ὃν ἂν χρόνον ἐπὶ τῆς χέρσου καθεύδωσιν εἰσπηδᾶν διὰ τοῦ στόματος εἰς μέσον τὸ σῶμα· ἔπειτα συντόμως τὴν κοιλίαν διαφαγόντας αὐτοὺς μὲν ἀκινδύνως ἐξιέναι, τοὺς δὲ τοῦτο παθόντας νεκροὺς ποιεῖν παραχρῆμα.
 
τῶν δʼ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δʼ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων τὰ μάλιστα τοὺς ἀνθρώπους ἀναιροῦντα.
 
ἔνιοι δὲ λέγουσι τιμᾶσθαι τὸ ζῷον τοῦτο διὰ τὸ τοὺς μάντεις οἰωνοῖς τοῖς ἱέραξι χρωμένους προλέγειν τὰ μέλλοντα τοῖς Αἰγυπτίοις.
 
τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῷ ῥάμματι περιειλημένον, ἔχον γεγραμμένας τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμάς· διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς.
 
τὸν δʼ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι δοκεῖν τοῦτο τὸ ζῷον καὶ τοῦ Διὸς ἄξιον.
 
τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως.
 
καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατʼ Αἴγυπτον τούτῳ τῷ θεῷ πρῶτον μυεῖσθαι.
 
καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρʼ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γὰρ ζῷον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον· ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν.
 
τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.
 
καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος· τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους· διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον.
 
τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα· βραχὺ γὰρ διαλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων. φέρουσι δʼ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν τῆς τοῦ ζῴου τούτου τιμῆς μυθικωτέραν· τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωθέντα· ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν.
 
ἔνιοι δὲ λέγουσι, τῶν Αἰθιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀθροισθείσας παμπληθεῖς ἀγέλας λύκων ἐκδιῶξαι τοὺς ἐπελθόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην· διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασθῆναι καὶ τὰ ζῷα τὰ προειρημένα τυχεῖν τῆς τιμῆς.
 
λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῆς τῶν κροκοδείλων ἀποθεώσεως, ὑπὲρ ἧς οἱ πλεῖστοι διαποροῦσι πῶς τῶν θηρίων τούτων σαρκοφαγούντων τοὺς ἀνθρώπους ἐνομοθετήθη τιμᾶν ἴσα θεοῖς τοὺς τὰ δεινότατα διατιθέντας.
 
φασὶν οὖν τῆς χώρας τὴν ὀχυρότητα παρέχεσθαι μὴ μόνον τὸν ποταμόν, ἀλλὰ καὶ πολὺ μᾶλλον τοὺς ἐν αὐτῷ κροκοδείλους· διὸ καὶ τοὺς λῃστὰς τούς τε ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον, φοβουμένους τὸ πλῆθος τῶν θηρίων· τοῦτο δʼ οὐκ ἄν ποτε γενέσθαι πολεμουμένων τῶν ζῴων καὶ διὰ τῶν σαγηνευόντων ἄρδην ἀναιρεθέντων.
 
ἔστι δὲ καὶ ἄλλος λόγος ἱστορούμενος περὶ τῶν θηρίων τούτων. φασὶ γάρ τινες τῶν ἀρχαίων τινὰ βασιλέων, τὸν προσαγορευόμενον Μηνᾶν, διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν Μοίριδος καλουμένην λίμνην, ἔπειθʼ ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι. τῆς δὲ σωτηρίας χάριν ἀποδιδόναι βουλόμενον τῷ ζῴῳ πόλιν κτίσαι πλησίον ὀνομάσαντα Κροκοδείλων· καταδεῖξαι δὲ καὶ τοῖς ἐγχωρίοις ὡς θεοὺς τιμᾶν ταῦτα τὰ ζῷα καὶ τὴν λίμνην αὐτοῖς εἰς τροφὴν ἀναθεῖναι· ἐνταῦθα δὲ καὶ τὸν τάφον ἑαυτῷ κατασκευάσαι πυραμίδα τετράπλευρον ἐπιστήσαντα, καὶ τὸν θαυμαζόμενον παρὰ πολλοῖς λαβύρινθον οἰκοδομῆσαι.
 
παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν, ὑπὲρ ὧν τὰ καθʼ ἕκαστον μακρὸν ἂν εἴη γράφειν. ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰθίκασι, φανερὸν εἶναι πᾶσιν ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρʼ αὐτοῖς ἐνίους μὴ προσφέρεσθαι. τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσθαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσθαι, καὶ διότι πάντων πάντα ἐσθιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων.
 
καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.
 
καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι· πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.
 
φέρουσι δὲ καί τινες τοιαύτην αἰτίαν τῆς τῶν ζῴων ἀφιερώσεως. συναγομένων γὰρ ἐν ἀρχῇ τῶν ἀνθρώπων ἐκ τοῦ θηριώδους βίου, τὸ μὲν πρῶτον ἀλλήλους κατεσθίειν καὶ πολεμεῖν, ἀεὶ τοῦ πλέον δυναμένου τὸν ἀσθενέστερον κατισχύοντος· μετὰ δὲ ταῦτα τοὺς τῇ ῥώμῃ λειπομένους ὑπὸ τοῦ συμφέροντος διδαχθέντας ἀθροίζεσθαι καὶ ποιῆσαι σημεῖον ἑαυτοῖς ἐκ τῶν ὕστερον καθιερωθέντων ζῴων· πρὸς δὲ τοῦτο τὸ σημεῖον τῶν ἀεὶ δεδιότων συντρεχόντων, οὐκ εὐκαταφρόνητον τοῖς ἐπιτιθεμένοις γίνεσθαι τὸ σύστημα·
 
τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ποιούντων διαστῆναι μὲν τὰ πλήθη κατὰ συστήματα, τὸ δὲ ζῷον τὸ τῆς ἀσφαλείας ἑκάστοις γενόμενον αἴτιον τιμῶν τυχεῖν ἰσοθέων, ὡς τὰ μέγιστʼ εὐηργετηκός· διόπερ ἄχρι τῶν νῦν χρόνων τὰ τῶν Αἰγυπτίων ἔθνη διεστηκότα τιμᾶν τὰ παρʼ ἑαυτοῖς ἐξ ἀρχῆς τῶν ζῴων καθιερωθέντα. καθόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους εὐχαρίστως διακεῖσθαι πρὸς πᾶν τὸ εὐεργετοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῷ βίῳ τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος· δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρʼ οἷς ἄν ὁρῶσι κάλλιστα θησαυρισθησομένας τὰς χάριτας.
 
διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστʼ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως.
 
περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρʼ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi