Kitap 1
τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχθαι τοιοῦτοί τινες ἦσαν.
τῶν δʼ ἄλλων ὁ μὲν περὶ τῶν πολέμων κείμενος κατὰ τῶν τὴν τάξιν λιπόντων ἢ τὸ παραγγελθὲν ὑπὸ τῶν ἡγεμόνων μὴ ποιούντων ἔταττε πρόστιμον οὐ θάνατον, ἀλλὰ τὴν ἐσχάτην ἀτιμίαν·
εἰ δʼ ὕστερον ταῖς ἀνδραγαθίαις ὑπερβάλοιντο τὰς ἀτιμίας, εἰς τὴν προϋπάρξασαν παρρησίαν ἀποκαθίστα, ἅμα μὲν τοῦ νομοθέτου δεινοτέραν τιμωρίαν ποιοῦντος τὴν ἀτιμίαν ἢ τὸν θάνατον, ἵνα τὸ μέγιστον τῶν κακῶν ἐθίσῃ πάντας κρίνειν τὴν αἰσχύνην, ἅμα δὲ τοὺς μὲν θανατωθέντας ἡγεῖτο μηδὲν ὠφελήσειν τὸν κοινὸν βίον, τοὺς δὲ ἀτιμωθέντας ἀγαθῶν πολλῶν αἰτίους ἔσεσθαι διὰ τὴν ἐπιθυμίαν τῆς παρρησίας.
καὶ τῶν μὲν τὰ ἀπόρρητα τοῖς πολεμίοις ἀπαγγειλάντων ἐπέταττεν ὁ νόμος ἐκτέμνεσθαι τὴν γλῶτταν, τῶν δὲ τὸ νόμισμα παρακοπτόντων ἢ μέτρα καὶ σταθμὰ παραποιούντων ἢ παραγλυφόντων τὰς σφραγῖδας, ἔτι δὲ τῶν γραμματέων τῶν ψευδεῖς χρηματισμοὺς γραφόντων ἢ ἀφαιρούντων τι τῶν ἐγγεγραμμένων, καὶ τῶν τὰς ψευδεῖς συγγραφὰς ἐπιφερόντων, ἀμφοτέρας ἐκέλευσεν ἀποκόπτεσθαι τὰς χεῖρας, ὅπως οἷς ἕκαστος μέρεσι τοῦ σώματος παρενόμησεν, εἰς ταῦτα κολαζόμενος αὐτὸς μὲν μέχρι τελευτῆς ἀνίατον ἔχῃ τὴν συμφοράν, τοὺς δʼ ἄλλους διὰ τῆς ἰδίας τιμωρίας νουθετῶν ἀποτρέπῃ τῶν ὁμοίων τι πράττειν.
πικροὶ δὲ καὶ περὶ τῶν γυναικῶν νόμοι παρʼ αὐτοῖς ὑπῆρχον. τοῦ μὲν γὰρ βιασαμένου γυναῖκα ἐλευθέραν προσέταξαν ἀποκόπτεσθαι τὰ αἰδοῖα, νομίσαντες τὸν τοιοῦτον μιᾷ πράξει παρανόμῳ τρία τὰ μέγιστα τῶν κακῶν ἐνηργηκέναι, τὴν ὕβριν καὶ τὴν φθορὰν καὶ τὴν τῶν τέκνων σύγχυσιν·
εἰ δέ τις πείσας μοιχεύσαι, τὸν μὲν ἄνδρα ῥάβδοις χιλίας πληγὰς λαμβάνειν ἐκέλευον, τῆς δὲ γυναικὸς τὴν ῥῖνα κολοβοῦσθαι, ὑπολαμβάνοντες δεῖν τῆς πρὸς ἀσυγχώρητον ἀκρασίαν καλλωπιζομένης ἀφαιρεθῆναι τὰ μάλιστα κοσμοῦντα τὴν εὐπρέπειαν.
τοὺς δὲ περὶ τῶν συμβολαίων νόμους Βοκχόριδος εἶναί φασι. προστάττουσι δὲ τοὺς μὲν ἀσύγγραφα δανεισαμένους, ἂν μὴ φάσκωσιν ὀφείλειν, ὀμόσαντας ἀπολύεσθαι τοῦ δανείου, πρῶτον μὲν ὅπως ἐν μεγάλῳ
τιθέμενοι τοὺς ὅρκους δεισιδαιμονῶσι· προδήλου γὰρ ὄντος ὅτι τῷ πολλάκις ὀμόσαντι συμβήσεται τὴν πίστιν ἀποβαλεῖν, ἵνα τῆς εὐχρηστίας μὴ στερηθῇ, περὶ πλείστου πᾶς τις ἄξει τὸ μὴ καταντᾶν ἐπὶ τὸν ὅρκον· ἔπειθʼ ὑπελάμβανεν ὁ νομοθέτης τὴν ὅλην πίστιν ἐν τῇ καλοκἀγαθίᾳ ποιήσας προτρέψεσθαι πάντας σπουδαίους εἶναι τοῖς ἤθεσιν, ἵνα μὴ πίστεως ἀνάξιοι διαβληθῶσι· πρὸς δὲ τούτοις ἄδικον ἔκρινεν εἶναι τοὺς χωρὶς ὅρκου πιστευθέντας περὶ τῶν αὐτῶν συμβολαίων ὀμόσαντας μὴ τυγχάνειν πίστεως. τοὺς δὲ μετὰ συγγραφῆς δανείσαντας ἐκώλυε διὰ τοῦ τόκου τὸ κεφάλαιον πλέον ποιεῖν ἢ διπλάσιον.
τῶν δὲ ὀφειλόντων τὴν ἔκπραξιν τῶν δανείων ἐκ τῆς οὐσίας μόνον ἐποιήσατο, τὸ δὲ σῶμα κατʼ οὐδένα τρόπον εἴασεν ὑπάρχειν ἀγώγιμον, ἡγούμενος δεῖν εἶναι τὰς μὲν κτήσεις τῶν ἐργασαμένων ἢ παρὰ κυρίου τινὸς ἐν δωρεαῖς λαβόντων, τὰ δὲ σώματα τῶν πόλεων, ἵνα τὰς καθηκούσας λειτουργίας ἔχωσιν αἱ πόλεις καὶ κατὰ πόλεμον καὶ κατʼ εἰρήνην· ἄτοπον γὰρ τὸ στρατιώτην εἰς τὸν ὑπὲρ τῆς πατρίδος προϊόντα κίνδυνον, εἰ τύχοι, πρὸς δάνειον ὑπὸ τοῦ πιστεύσαντος ἀπάγεσθαι, καὶ τῆς τῶν ἰδιωτῶν πλεονεξίας ἕνεκα κινδυνεύειν τὴν κοινὴν ἁπάντων σωτηρίαν.
δοκεῖ δὲ καὶ τοῦτον τὸν νόμον ὁ Σόλων εἰς τὰς Ἀθήνας μετενεγκεῖν, ὃν ὠνόμασε σεισάχθειαν, ἀπολύσας τοὺς πολίτας ἅπαντας τῶν ἐπὶ τοῖς σώμασι πεπιστευμένων δανείων.
μέμφονται δέ τινες οὐκ ἀλόγως τοῖς πλείστοις τῶν παρὰ τοῖς Ἕλλησι νομοθετῶν, οἵτινες ὅπλα μὲν καὶ ἄροτρον καὶ ἄλλα τῶν ἀναγκαιοτάτων ἐκώλυσαν ἐνέχυρα λαμβάνεσθαι πρὸς δάνειον, τοὺς δὲ τούτοις χρησομένους συνεχώρησαν ἀγωγίμους εἶναι.
ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρʼ Αἰγυπτίοις ἰδιώτατος. ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καθʼ ἕκαστον τῶν ἀπολωλότων, προστιθέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθʼ ἣν ἀπώλεσεν.
τούτῳ δὲ τῷ τρόπῳ πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασθαι τὰ ἑαυτοῦ μόνα. ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον ὁ νομοθέτης διʼ οὗ πᾶν τὸ ἀπολόμενον σωθήσεται μικρῶν διδομένων λύτρων.
γαμοῦσι δὲ παρʼ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δʼ ἄλλων ὅσας ἂν ἕκαστος προαιρῆται· καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανθρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων, νόθον δʼ οὐδένα τῶν γεννηθέντων νομίζουσιν, οὐδʼ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηθῇ·
καθόλου γὰρ ὑπειλήφασι τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν μόνον παρέχεσθαι τῷ βρέφει, καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, θήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι.
τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου· ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δʼ ἕψοντες, τὰ δʼ ὀπτῶντες, διδόασιν.
ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλθῃ τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι. διʼ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυανθρωπίᾳ διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς.
παιδεύουσι δὲ τοὺς υἱοὺς οἱ μὲν ἱερεῖς γράμματα διττά, τά τε ἱερὰ καλούμενα καὶ τὰ κοινοτέραν ἔχοντα τὴν μάθησιν. γεωμετρίαν δὲ καὶ τὴν ἀριθμητικὴν ἐπὶ πλέον ἐκπονοῦσιν.
ὁ μὲν γὰρ ποταμὸς κατʼ ἐνιαυτὸν ποικίλως μετασχηματίζων τὴν χώραν πολλὰς καὶ παντοίας ἀμφισβητήσεις ποιεῖ περὶ τῶν ὅρων τοῖς γειτνιῶσι, ταύτας δʼ οὐ ῥᾴδιον ἀκριβῶς ἐξελέγξαι μὴ γεωμέτρου τὴν ἀλήθειαν ἐκ τῆς ἐμπειρίας μεθοδεύσαντος.
ἡ δʼ ἀριθμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει καὶ πρὸς τὰ γεωμετρίας θεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρολογίαν ἐκπονοῦσιν.
ἐπιμελοῦς γὰρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρʼ Αἰγυπτίοις παρατηρήσεως τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις· καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρʼ αὐτοῖς τῆς περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζῴων γενέσεις, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι.
καὶ πολλάκις μὲν τοῖς ἀνθρώποις τῶν αὐτοῖς μελλόντων ἀπαντήσεσθαι κατὰ τὸν βίον προλέγοντες ἐπιτυγχάνουσιν, οὐκ ὀλιγάκις δὲ καρπῶν φθορὰς ἢ τοὐναντίον πολυκαρπίας, ἔτι δὲ νόσους κοινὰς ἀνθρώποις ἢ βοσκήμασιν ἐσομένας προσημαίνουσι, σεισμούς τε καὶ κατακλυσμοὺς καὶ κομητῶν ἀστέρων ἐπιτολὰς καὶ πάντα τὰ τοῖς πολλοῖς ἀδύνατον ἔχειν δοκοῦντα τὴν ἐπίγνωσιν, ἐκ πολλοῦ χρόνου παρατηρήσεως γεγενημένης, προγινώσκουσι.
φασὶ δὲ καὶ τοὺς ἐν Βαβυλῶνι Χαλδαίους, ἀποίκους Αἰγυπτίων ὄντας, τὴν δόξαν ἔχειν τὴν περὶ τῆς ἀστρολογίας παρὰ τῶν ἱερέων μαθόντας τῶν Αἰγυπτίων.
τὸ δʼ ἄλλο πλῆθος τῶν Αἰγυπτίων ἐκ παίδων μανθάνει παρὰ τῶν πατέρων ἢ συγγενῶν τὰς περὶ ἕκαστον βίον ἐπιτηδεύσεις, καθάπερ προειρήκαμεν. γράμματα δʼ ἐπʼ ὀλίγον διδάσκουσιν οὐχ ἅπαντες, ἀλλʼ οἱ τὰς τέχνας μεταχειριζόμενοι μάλιστα. παλαίστραν δὲ καὶ μουσικὴν οὐ νόμιμόν ἐστι παρʼ αὐτοῖς μανθάνειν· ὑπολαμβάνουσι γὰρ ἐκ μὲν τῶν καθʼ ἡμέραν ἐν τῇ παλαίστρᾳ γυμνασίων τοὺς νέους οὐχ ὑγίειαν ἕξειν, ἀλλὰ ῥώμην ὀλιγοχρόνιον καὶ παντελῶς ἐπικίνδυνον, τὴν δὲ μουσικὴν νομίζουσιν οὐ μόνον ἄχρηστον ὑπάρχειν, ἀλλὰ καὶ βλαβεράν, ὡς ἂν ἐκθηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς.
τὰς δὲ νόσους προκαταλαμβανόμενοι θεραπεύουσι τὰ σώματα κλυσμοῖς καὶ νηστείαις καὶ ἐμέτοις, ἐνίοτε μὲν καθʼ ἑκάστην ἡμέραν, ἐνίοτε δὲ τρεῖς ἢ τέτταρας ἡμέρας διαλείποντες.
φασὶ γὰρ πάσης τροφῆς ἀναδοθείσης τὸ πλέον εἶναι περιττόν, ἀφʼ οὗ γεννᾶσθαι τὰς νόσους· ὥστε τὴν προειρημένην θεραπείαν ἀναιροῦσαν τὰς ἀρχὰς τῆς νόσου μάλιστʼ ἂν παρασκευάσαι τὴν ὑγίειαν.
κατὰ δὲ τὰς στρατείας καὶ τὰς ἐπὶ τῆς χώρας ἐκδημίας θεραπεύονται πάντες οὐδένα μισθὸν ἰδίᾳ διδόντες· οἱ γὰρ ἰατροὶ τὰς μὲν τροφὰς ἐκ τοῦ κοινοῦ λαμβάνουσι, τὰς δὲ θεραπείας προσάγουσι κατὰ νόμον ἔγγραφον, ὑπὸ πολλῶν καὶ δεδοξασμένων ἰατρῶν ἀρχαίων συγγεγραμμένον. κἂν τοῖς ἐκ τῆς ἱερᾶς βίβλου νόμοις ἀναγινωσκομένοις ἀκολουθήσαντες ἀδυνατήσωσι σῶσαι τὸν κάμνοντα, ἀθῷοι παντὸς ἐγκλήματος ἀπολύονται, ἐὰν δέ τι παρὰ τὰ γεγραμμένα ποιήσωσι, θανάτου κρίσιν ὑπομένουσιν, ἡγουμένου τοῦ νομοθέτου τῆς ἐκ πολλῶν χρόνων παρατετηρημένης θεραπείας καὶ συντεταγμένης ὑπὸ τῶν ἀρίστων τεχνιτῶν ὀλίγους ἂν γενέσθαι συνετωτέρους.
περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατʼ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παράδοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον. σέβονται γὰρ ἔνια τῶν ζῴων Αἰγύπτιοι καθʼ ὑπερβολὴν οὐ ζῶντα μόνον, ἀλλὰ καὶ τελευτήσαντα, οἷον αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δʼ ἱέρακας καὶ τὰς καλουμένας παρʼ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω, περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεθα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες.
πρῶτον μὲν γὰρ ἑκάστῳ γένει τῶν σεβασμοῦ τυγχανόντων ζῴων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν· ποιοῦνται δὲ καὶ θεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατʼ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωθέντων· ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζῴων.
οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάλῃ τῇ φωνῇ πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται, τοῖς δʼ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταθρύπτοντες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιθέασιν ἢ τῶν ἰχθύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν· ὡσαύτως δὲ καὶ τῶν ἄλλων ζῴων ἑκάστῳ γένει τὴν ἁρμόζουσαν τροφὴν χορηγοῦσι.
τὰς δὲ γινομένας περὶ ταῦτα λειτουργίας οὐχ οἷον ἐκκλίνουσιν ἢ τοῖς ὄχλοις γενέσθαι καταφανεῖς ἐπαισχύνονται, τοὐναντίον δʼ ὡς περὶ τὰς μεγίστας τῶν θεῶν γινόμενοι τιμὰς σεμνύνονται καὶ μετὰ σημείων ἰδίων περιέρχονται τὰς πόλεις καὶ τὴν χώραν. πόρρωθεν δʼ ὄντες φανεροὶ τίνων ζῴων ἔχουσι τὴν ἐπιμέλειαν, ὑπὸ τῶν ἀπαντώντων προσκυνοῦνται καὶ τιμῶνται.
ὅταν δʼ ἀποθάνῃ τι τῶν εἰρημένων, σινδόνι κατακαλύψαντες καὶ μετʼ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι φέρουσιν εἰς τὰς ταριχείας· ἔπειτα θεραπευθέντων αὐτῶν κεδρίᾳ καὶ τοῖς δυναμένοις εὐωδίαν παρέχεσθαι καὶ πολυχρόνιον τοῦ σώματος τήρησιν θάπτουσιν ἐν ἱεραῖς θήκαις.
ὃς δʼ ἂν τούτων τι τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ, πάντως θανάτῳ περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιθέντων, καὶ τοῦτʼ ἐνίοτε πραττόντων ἄνευ κρίσεως.
διὰ δὲ τὸν ἐπὶ τούτοις φόβον οἱ θεασάμενοι τεθνηκός τι τούτων τῶν ζῴων ἀποστάντες μακρὰν βοῶσιν ὀδυρόμενοί τε καὶ μαρτυρόμενοι κατειλῆφθαι αὐτὸ τετελευτηκός.
οὕτω δʼ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῷα ταῦτα δεισιδαιμονία καὶ τοῖς πάθεσιν ἀμεταθέτως ἕκαστος διάκειται πρὸς τὴν τούτων τιμήν, ὥστε καὶ καθʼ ὃν χρόνον Πτολεμαῖος μὲν ὁ βασιλεὺς ὑπὸ Ῥωμαίων οὔπω προσηγόρευτο φίλος, οἱ δʼ ὄχλοι πᾶσαν εἰσεφέροντο σπουδὴν ἐκθεραπεύοντες τοὺς παρεπιδημοῦντας τῶν ἀπὸ τῆς Ἰταλίας καὶ σπεύδοντες μηδεμίαν ἀφορμὴν ἐγκλήματος ἢ πολέμου δοῦναι διὰ τὸν φόβον, ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον, καὶ τοῦ πλήθους συνδραμόντος ἐπὶ τὴν οἰκίαν τοῦ πράξαντος, οὔθʼ οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως ἄρχοντες ἐπὶ τὴν παραίτησιν οὔθʼ ὁ κοινὸς ἀπὸ τῆς Ῥώμης φόβος ἴσχυσεν ἐξελέσθαι τῆς τιμωρίας τὸν ἄνθρωπον, καίπερ ἀκουσίως τοῦτο πεπραχότα·
καὶ τοῦτʼ οὐκ ἐξ ἀκοῆς ἡμεῖς ἱστοροῦμεν, ἀλλʼ αὐτοὶ κατὰ τὴν γεγενημένην ἡμῖν ἐπιδημίαν κατʼ Αἴγυπτον ἑορακότες.
ἀπίστων δὲ φαινομένων πολλοῖς τῶν εἰρημένων καὶ μύθοις παραπλησίων πολλῷ παραδοξότερα φανήσεται τὰ μετὰ ταῦτα ῥηθησόμενα. λιμῷ γάρ ποτε πιεζομένων τῶν κατʼ Αἴγυπτόν φασι πολλοὺς ἀλλήλων μὲν ἅψασθαι διὰ τὴν ἔνδειαν, τῶν δʼ ἀφιερωμένων ζῴων τὸ παράπαν μηδʼ αἰτίαν σχεῖν μηδένα προσενηνέχθαι.
ἀλλὰ μήν γε καὶ καθʼ ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες οἱ κατʼ οἶκον ὄντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος, καὶ τὸ τούτου θαυμασιώτερον, ἐὰν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τυγχάνῃ κείμενον ἐν τοῖς οἰκήμασιν οὗ τὸ ζῆν ἐξέλιπέ τι τῶν θηρίων, οὐκ ἂν ἔτι χρήσασθαι πρὸς οὐδὲν αὐτοῖς ὑπομείνειαν.
κἂν ἐν ἄλλῃ χώρᾳ που στρατευόμενοι τύχωσι, λυτρούμενοι τοὺς αἰλούρους καὶ τοὺς ἱέρακας κατάγουσιν εἰς Αἴγυπτον· καὶ τοῦτο πράττουσιν ἐνίοτε τῶν ἐφοδίων αὐτοὺς ὑπολιπόντων.
τὰ δὲ γινόμενα περὶ τὸν Ἆπιν τὸν ἐν Μέμφει ποικίλον καὶ τὸν Μνεῦιν τὸν ἐν Ἡλιουπόλει καὶ τὰ περὶ τὸν τράγον τὸν ἐν Μένδητι, πρὸς δὲ τούτοις τὸν κροκόδειλον τὸν κατὰ τὴν Μοίριδος λίμνην καὶ τὸν λέοντα τὸν τρεφόμενον ἐν τῇ καλουμένῃ Λεόντων πόλει, καὶ πολλὰ τοιαῦθʼ ἕτερα, διηγήσασθαι μὲν εὐχερές, ἀπαγγείλαντα δὲ πιστευθῆναι παρὰ τοῖς μὴ τεθεαμένοις δύσκολον.