Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

96.7 ὠκεανὸν μὲν οὖν καλεῖν τὸν ποταμὸν διὰ τὸ τοὺς Αἰγυπτίους κατὰ τὴν ἰδίαν διάλεκτον Ὠκεανὸν λέγειν τὸν Νεῖλον, Ἡλίου δὲ πύλας τὴν πόλιν τὴν τῶν Ἡλιοπολιτῶν, λειμῶνα δʼ ὀνομάζειν, τὴν μυθολογουμένην οἴκησιν τῶν μετηλλαχότων, τὸν παρὰ τὴν λίμνην τόπον τὴν καλουμένην μὲν Ἀχερουσίαν, πλησίον δὲ οὖσαν τῆς Μέμφεως, ὄντων περὶ αὐτὴν λειμώνων καλλίστων, ἕλους καὶ λωτοῦ καὶ καλάμου. ἀκολούθως δʼ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας ἐν τούτοις τοῖς τόποις διὰ τὸ τὰς τῶν Αἰγυπτίων ταφὰς τὰς πλείστας καὶ μεγίστας ἐνταῦθα γίνεσθαι, διαπορθμευομένων μὲν τῶν νεκρῶν διά τε τοῦ ποταμοῦ καὶ τῆς Ἀχερουσίας λίμνης, τιθεμένων δὲ τῶν σωμάτων εἰς τὰς ἐνταῦθα κειμένας θήκας.
96.8 συμφωνεῖν δὲ καὶ τἄλλα τὰ παρὰ τοῖς Ἕλλησι καθʼ ᾅδου μυθολογούμενα τοῖς ἔτι νῦν γινομένοις κατʼ Αἴγυπτον· τὸ μὲν γὰρ διακομίζον τὰ σώματα πλοῖον βᾶριν καλεῖσθαι, τὸ δʼ ἐπίβαθρον νόμισμα τὸν ὀβολὸν τῷ πορθμεῖ δίδοσθαι, καλουμένῳ κατὰ τὴν ἐγχώριον διάλεκτον χάρωνι.
96.9 εἶναι δὲ λέγουσι πλησίον τῶν τόπων τούτων καὶ σκοτίας Ἑκάτης ἱερὸν καὶ πύλας Κωκυτοῦ καὶ Λήθης διειλημμένας χαλκοῖς ὀχεῦσιν. ὑπάρχειν δὲ καὶ ἄλλας πύλας Ἀληθείας, καὶ πλησίον τούτων εἴδωλον ἀκέφαλον ἑστάναι Δίκης.
97.1 πολλὰ δὲ καὶ τῶν ἄλλων τῶν μεμυθοποιημένων διαμένειν παρʼ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῷ πράττειν ἐνεργείας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi