Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

89.4 παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν, ὑπὲρ ὧν τὰ καθʼ ἕκαστον μακρὸν ἂν εἴη γράφειν. ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰθίκασι, φανερὸν εἶναι πᾶσιν ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρʼ αὐτοῖς ἐνίους μὴ προσφέρεσθαι. τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσθαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσθαι, καὶ διότι πάντων πάντα ἐσθιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων.
89.5 καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.
89.6 καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι· πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi