Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

 
προαγόντων δʼ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρίδων, ἔτι δὲ καὶ γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν.
 
οἱ δʼ ἅμα πάντες ἀναβοήσαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων, ῥᾳδίως εὑρήσειν πατρίδας· ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώματος δείξαντες οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτʼ ἔχοντες.
 
τοιαύτῃ δὲ μεγαλοψυχίᾳ χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰθιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτῃ κατῴκησαν.
 
ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήθη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀθηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο.
 
εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς ἐθελοντὴν εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας, καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν· καθόλου δὲ πρῶτος τῶν κατʼ Αἴγυπτον βασιλέων ἀνέῳξε τοῖς ἄλλοις ἔθνεσι τὰ κατὰ τὴν ἄλλην χώραν ἐμπόρια καὶ πολλὴν ἀσφάλειαν τοῖς καταπλέουσι ξένοις παρείχετο.
 
οἱ μὲν γὰρ πρὸ τούτου δυναστεύσαντες ἄβατον ἐποίουν τοῖς ξένοις τὴν Αἴγυπτον, τοὺς μὲν φονεύοντες, τοὺς δὲ καταδουλούμενοι τῶν καταπλεόντων.
 
καὶ γὰρ ἡ περὶ τὸν Βούσιριν ἀσέβεια διὰ τὴν τῶν ἐγχωρίων ἀξενίαν διεβοήθη παρὰ τοῖς Ἕλλησιν, οὐκ οὖσα μὲν πρὸς ἀλήθειαν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀνομίας εἰς μύθου πλάσμα καταχωρισθεῖσα.
 
μετὰ δὲ Ψαμμήτιχον ὕστερον τέτταρσι γενεαῖς Ἀπρίης ἐβασίλευσεν ἔτη δυσὶ πλείω τῶν εἴκοσι. στρατεύσας δὲ δυνάμεσιν ἁδραῖς πεζαῖς τε καὶ ναυτικαῖς ἐπὶ Κύπρον καὶ Φοινίκην Σιδῶνα μὲν κατὰ κράτος εἷλε, τὰς δʼ ἄλλας τὰς ἐν τῇ Φοινίκῃ πόλεις καταπληξάμενος προσηγάγετο· ἐνίκησε δὲ καὶ ναυμαχίᾳ μεγάλῃ Φοίνικάς τε καὶ Κυπρίους, καὶ λαφύρων ἀθροίσας πλῆθος ἐπανῆλθεν εἰς Αἴγυπτον.
 
μετὰ δὲ ταῦτα δύναμιν πέμψας ἁδρὰν τῶν ὁμοεθνῶν ἐπὶ Κυρήνην καὶ Βάρκην, καὶ τὸ πλεῖστον αὐτῆς ἀποβαλών, ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας· ὑπολαβόντες γὰρ αὐτὸν ἐπʼ ἀπωλείᾳ συντάξαι τὴν στρατείαν, ὅπως ἀσφαλέστερον ἄρχῃ τῶν λοιπῶν Αἰγυπτίων, ἀπέστησαν.
 
ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις, ἀνὴρ ἐμφανὴς Αἰγύπτιος, τῶν μὲν ῥηθέντων ὑπʼ αὐτοῦ πρὸς ὁμόνοιαν ἐντολῶν ἠμέλησε, τοὐναντίον δʼ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη καὶ βασιλεὺς αὐτὸς ᾑρέθη.
 
μετʼ οὐ πολὺν δὲ χρόνον καὶ τῶν ἄλλων ἐγχωρίων ἁπάντων συνεπιθεμένων, ὁ βασιλεὺς διαπορούμενος ἠναγκάσθη καταφυγεῖν ἐπὶ τοὺς μισθοφόρους, ὄντας εἰς τρισμυρίους.
 
γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῇ μάχῃ κρατησάντων, ὁ μὲν Ἀπρίης ζωγρηθεὶς ἀνήχθη καὶ στραγγαλισθεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας τὰ κατὰ τὴν βασιλείαν ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς.
 
κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοις. βασιλεύσας δʼ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον καθʼ ὃν χρόνον Καμβύσης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον, κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Παρμενίδης Καμαριναῖος.
 
ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτῳ βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων διεληλύθαμεν ἀρκοῦντως μέχρι τῆς Ἀμάσιδος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις·
 
περὶ δὲ τῶν νομίμων τῶν κατʼ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφαλαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας. πολλὰ γὰρ τῶν παλαιῶν ἐθῶν τῶν γενομένων παρʼ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχωρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐθαυμάσθη·
 
διόπερ οἱ μέγιστοι τῶν ἐν παιδείᾳ δοξασθέντων ἐφιλοτιμήθησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων.
 
καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυθαγόρας ὁ Σάμιος, ἔτι δὲ Σόλων ὁ νομοθέτης.
 
λέγουσι τοίνυν Αἰγύπτιοι παρʼ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσθαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν θεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεθῆναι, νόμους τε τοὺς ἀρίστους τεθῆναι.
 
καὶ τούτων μεγίστην ἀπόδειξίν φασιν εἶναι τὸ τῆς Αἰγύπτου πλείω τῶν ἑπτακοσίων καὶ τετρακισχιλίων ἐτῶν βασιλεῦσαι τοὺς πλείους ἐγγενεῖς καὶ τὴν χώραν εὐδαιμονεστάτην ὑπάρξαι τῆς ἁπάσης οἰκουμένης· ταῦτα γὰρ οὐκ ἄν ποτε γενέσθαι μὴ οὐ τῶν ἀνθρώπων χρωμένων κρατίστοις ἔθεσι καὶ νόμοις καὶ τοῖς κατὰ πᾶσαν παιδείαν ἐπιτηδεύμασιν.
 
ὅσα μὲν οὖν Ἡρόδοτος καί τινες τῶν τὰς Αἰγυπτίων πράξεις συνταξαμένων ἐσχεδιάκασιν, ἑκουσίως προκρίναντες τῆς ἀληθείας τὸ παραδοξολογεῖν καὶ μύθους πλάττειν ψυχαγωγίας ἕνεκα, παρήσομεν, αὐτὰ δὲ τὰ παρὰ τοῖς ἱερεῦσι τοῖς κατʼ Αἴγυπτον ἐν ταῖς ἀναγραφαῖς γεγραμμένα φιλοτίμως ἐξητακότες ἐκθησόμεθα.
 
πρῶτον μὲν τοίνυν οἱ βασιλεῖς αὐτῶν βίον εἶχον οὐχ ὅμοιον τοῖς ἄλλοις τοῖς ἐν μοναρχικαῖς ἐξουσίαις οὖσι καὶ πάντα πράττουσι κατὰ τὴν ἑαυτῶν προαίρεσιν ἀνυπευθύνως, ἀλλʼ ἦν ἅπαντα τεταγμένα νόμων ἐπιταγαῖς, οὐ μόνον τὰ περὶ τοὺς χρηματισμούς, ἀλλὰ καὶ τὰ περὶ τὴν καθʼ ἡμέραν διαγωγὴν καὶ δίαιταν.
 
περὶ μὲν γὰρ τὴν θεραπείαν αὐτῶν οὐδεὶς ἦν οὔτʼ ἀργυρώνητος οὔτʼ οἰκογενὴς δοῦλος, ἀλλὰ τῶν ἐπιφανεστάτων ἱερέων υἱοὶ πάντες, ὑπὲρ εἴκοσι μὲν ἔτη γεγονότες, πεπαιδευμένοι δὲ κάλλιστα τῶν ὁμοεθνῶν, ἵνα τοὺς ἐπιμελησομένους τοῦ σώματος καὶ πᾶσαν ἡμέραν καὶ νύκτα προσεδρεύοντας ὁ βασιλεὺς ἔχων ἀρίστους μηδὲν ἐπιτηδεύῃ φαῦλον· οὐδεὶς γὰρ ἐπὶ πλέον κακίας προβαίνει δυνάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχῃ ταῖς ἐπιθυμίαις.
 
διατεταγμέναι δʼ ἦσαν αἵ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὧραι, καθʼ ἃς ἐκ παντὸς τρόπου καθῆκον ἦν τὸν βασιλέα πράττειν τὸ συντεταγμένον, οὐ τὸ δεδογμένον ἑαυτῷ.
 
ἕωθεν μὲν γὰρ ἐγερθέντα λαβεῖν αὐτὸν ἔδει πρῶτον τὰς πανταχόθεν ἀπεσταλμένας ἐπιστολάς, ἵνα δύνηται πάντα κατὰ τρόπον χρηματίζειν καὶ πράττειν, εἰδὼς ἀκριβῶς ἕκαστα τῶν κατὰ τὴν βασιλείαν συντελουμένων· ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετʼ ἐσθῆτος λαμπρᾶς κοσμήσαντα τὸ σῶμα
 
θῦσαι τοῖς θεοῖς. τῷ τε βωμῷ προσαχθέντων τῶν θυμάτων ἔθος ἦν τὸν ἀρχιερέα στάντα πλησίον τοῦ βασιλέως εὔχεσθαι μεγάλῃ τῇ φωνῇ, περιεστῶτος τοῦ πλήθους τῶν Αἰγυπτίων, δοῦναι τήν τε ὑγίειαν καὶ τἄλλα ἀγαθὰ πάντα τῷ βασιλεῖ διατηροῦντι τὰ πρὸς τοὺς ὑποτεταγμένους δίκαια.
 
ἀνθομολογεῖσθαι δʼ ἦν ἀναγκαῖον καὶ τὰς κατὰ μέρος ἀρετὰς αὐτοῦ, λέγοντα διότι πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς ἀνθρώπους ἡμερώτατα διάκειται· ἐγκρατής τε γάρ ἐστι καὶ δίκαιος καὶ μεγαλόψυχος, ἔτι δʼ ἀψευδὴς καὶ μεταδοτικὸς τῶν ἀγαθῶν καὶ καθόλου πάσης ἐπιθυμίας κρείττων, καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας ἐπιτιθεὶς τοῖς ἁμαρτήμασι, τὰς δὲ χάριτας μείζονας τῆς εὐεργεσίας ἀποδιδοὺς τοῖς εὐεργετήσασι.
 
πολλὰ δὲ καὶ ἄλλα παραπλήσια τούτοις διελθὼν ὁ κατευχόμενος τὸ τελευταῖον ὑπὲρ τῶν ἀγνοουμένων ἀρὰν ἐποιεῖτο, τὸν μὲν βασιλέα τῶν ἐγκλημάτων ἐξαιρούμενος, εἰς δὲ τοὺς ὑπηρετοῦντας καὶ διδάξαντας τὰ φαῦλα καὶ τὴν βλάβην καὶ τὴν τιμωρίαν ἀξιῶν ἀποσκῆψαι.
 
ταῦτα δʼ ἔπραττεν ἅμα μὲν εἰς δεισιδαιμονίαν καὶ θεοφιλῆ βίον τὸν βασιλέα προτρεπόμενος, ἅμα δὲ καὶ κατὰ τρόπον ζῆν ἐθίζων οὐ διὰ πικρᾶς νουθετήσεως, ἀλλὰ διʼ ἐπαίνων κεχαρισμένων καὶ πρὸς ἀρετὴν μάλιστʼ ἀνηκόντων.
 
μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἱεροσκοπησαμένου μόσχῳ καὶ καλλιερήσαντος, ὁ μὲν ἱερογραμματεὺς παρανεγίνωσκέ τινας συμβουλίας συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμονίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῇ διανοίᾳ θεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν.
 
οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ κρίνειν ἦν καιρὸς ὡρισμένος, ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασθαι καὶ κοιμηθῆναι μετὰ τῆς γυναικὸς καὶ καθόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων.
 
τροφαῖς δʼ ἔθος ἦν αὐτοῖς ἁπαλαῖς χρῆσθαι, κρέα μὲν μόσχων καὶ χηνῶν μόνων προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέθην περιποιῆσαι.
 
καθόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοθέτην, ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι τῆς ὑγιείας στοχαζόμενον.
 
παραδόξου δʼ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καθʼ ἡμέραν τροφῆς, πολλῷ θαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασθαι μηδένα διʼ ὕβριν ἢ διὰ θυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καθάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον.
 
ταῦτα δὲ κατὰ τὸ ἔθος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον μακαριώτατον·
 
τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάθεσι χαριζομένους πολλὰ πράττειν τῶν φερόντων βλάβας ἢ κινδύνους, καὶ πολλάκις ἐνίους εἰδότας ὅτι μέλλουσιν ἁμαρτάνειν μηδὲν ἧττον πράττειν τὰ φαῦλα, κατισχυομένους ὑπʼ ἔρωτος ἢ μίσους ἤ τινος ἑτέρου πάθους, ἑαυτοὺς δʼ ἐζηλωκότας βίον τὸν ὑπὸ τῶν φρονιμωτάτων ἀνδρῶν προκεκριμένον ἐλαχίστοις περιπίπτειν ἀγνοήμασι.
 
τοιαύτῃ δὲ χρωμένων τῶν βασιλέων δικαιοσύνῃ πρὸς ὑποτεταγμένους, τὰ πλήθη ταῖς εἰς τοὺς ἡγουμένους εὐνοίαις πᾶσαν συγγενικὴν φιλοστοργίαν ὑπερεβάλλετο οὐ γὰρ μόνον τὸ σύστημα τῶν ἱερέων, ἀλλὰ καὶ συλλήβδην ἅπαντες οἱ κατʼ Αἴγυπτον οὐχ οὕτω γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν ἐφρόντιζον ὡς τῆς τῶν βασιλέων ἀσφαλείας.
 
τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν.
 
καὶ τὰ μετὰ τὴν τελευτὴν δὲ γινόμενα τῶν βασιλέων παρὰ τοῖς Αἰγυπτίοις οὐ μικρὰν ἀπόδειξιν εἶχε τῆς τοῦ πλήθους εὐνοίας εἰς τοὺς ἡγουμένους· εἰς ἀνεπαίσθητον γὰρ χάριν ἡ τιμὴ τιθεμένη μαρτυρίαν ἀνόθευτον περιεῖχε τῆς ἀληθείας.
 
ὁπότε γὰρ ἐκλείποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ τὴν Αἴγυπτον κοινὸν ἀνῃροῦντο πένθος, καὶ τὰς μὲν ἐσθῆτας κατερρήττοντο, τὰ δʼ ἱερὰ συνέκλειον καὶ τὰς θυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ δύο· καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῷ καὶ περιεζωσμένοι σινδόνας ὑποκάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῇσαν ἀθροισθέντες κατὰ διακοσίους ἢ τριακοσίους, καὶ τὸν μὲν θρῆνον ἐν ῥυθμῷ μετʼ ᾠδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος, τροφὴν δʼ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπείχοντο.
 
οὐδεὶς δʼ ἂν οὔτε λουτροῖς οὔτʼ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi