Kitap 1
88.4
τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.
88.5
καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος· τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους· διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον.
88.6
τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα· βραχὺ γὰρ διαλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων. φέρουσι δʼ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν τῆς τοῦ ζῴου τούτου τιμῆς μυθικωτέραν· τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωθέντα· ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν.