Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

16.6 διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων. Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν.
23.7 κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καθʼ ἣν ἐτράφη κατʼ Αἴγυπτον. φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρʼ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν.
15.4 ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Κρατερὸς ἐκ Κιλικίας ἀναζεύξας ἧκεν εἰς Μακεδονίαν, βοηθήσων τοῖς περὶ τὸν Ἀντίπατρον καὶ διορθωσόμενος τὰς γεγενημένας ἥττας τῶν Μακεδόνων. ἦγε δὲ πεζοὺς μὲν τῶν εἰς Ἀσίαν Ἀλεξάνδρῳ συνδιαβεβηκότων ἑξακισχιλίους, τῶν δʼ ἐν παρόδῳ προσειλημμένων τετρακισχιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας χιλίους, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi