Kitap 1
75.7
ἔπειτα νόμιμον ἦν τὸν κατήγορον ἀντιγράψαι καὶ πάλιν τὸν ἀπολογούμενον ἀντιθεῖναι. ἀμφοτέρων δὲ τῶν ἀντιδίκων τὰ γεγραμμένα δὶς τοῖς δικασταῖς δόντων, τὸ τηνικαῦτʼ ἔδει τοὺς μὲν τριάκοντα τὰς γνώμας ἐν ἀλλήλοις ἀποφαίνεσθαι, τὸν ἀρχιδικαστὴν δὲ τὸ ζῴδιον τῆς ἀληθείας προστίθεσθαι τῇ ἑτέρᾳ τῶν ἀμφισβητήσεων.
76.1
τούτῳ δὲ τῷ τρόπῳ τὰς κρίσεις πάσας συντελεῖν τοὺς Αἰγυπτίους, νομίζοντας ἐκ μὲν τοῦ λέγειν τοὺς συνηγόρους πολλὰ τοῖς δικαίοις ἐπισκοτήσειν· καὶ γὰρ τὰς τέχνας τῶν ῥητόρων καὶ τὴν τῆς ὑποκρίσεως γοητείαν καὶ τὰ τῶν κινδυνευόντων δάκρυα πολλοὺς προτρέπεσθαι παρορᾶν τὸ τῶν νόμων ἀπότομον καὶ τὴν τῆς ἀληθείας ἀκρίβειαν·
76.2
θεωρεῖσθαι γοῦν τοὺς ἐπαινουμένους ἐν τῷ κρίνειν πολλάκις ἢ διʼ ἀπάτην ἢ διὰ ψυχαγωγίαν ἢ διὰ τὸ πρὸς τὸν ἔλεον πάθος συνεκφερομένους τῇ δυνάμει τῶν συνηγορούντων· ἐκ δὲ τοῦ γράφειν τὰ δίκαια τοὺς ἀντιδίκους ᾤοντο τὰς κρίσεις ἀκριβεῖς ἔσεσθαι, γυμνῶν τῶν πραγμάτων θεωρουμένων.
76.3
οὕτω γὰρ ἂν μάλιστα μήτε τοὺς εὐφυεῖς τῶν βραδυτέρων πλεονεκτήσειν μήτε τοὺς ἐνηθληκότας τῶν ἀπείρων μήτε τοὺς ψεύστας καὶ τολμηροὺς τῶν φιλαλήθων καὶ κατεσταλμένων τοῖς ἤθεσι, πάντας δʼ ἐπʼ ἴσης τεύξεσθαι τῶν δικαίων, ἱκανὸν χρόνον ἐκ τῶν νόμων λαμβανόντων τῶν μὲν ἀντιδίκων ἐξετάσαι τὰ παρʼ ἀλλήλων, τῶν δὲ δικαστῶν συγκρῖναι τὰ παρʼ ἀμφοτέρων.
77.1
ἐπεὶ δὲ τῆς νομοθεσίας ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι τῆς ὑποκειμένης ἱστορίας νομίζομεν ἐκθέσθαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγμένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσθαι.