Kitap 1
68.6
κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοις. βασιλεύσας δʼ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον καθʼ ὃν χρόνον Καμβύσης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον, κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Παρμενίδης Καμαριναῖος.
69.1
ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτῳ βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων διεληλύθαμεν ἀρκοῦντως μέχρι τῆς Ἀμάσιδος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις·
69.2
περὶ δὲ τῶν νομίμων τῶν κατʼ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφαλαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας. πολλὰ γὰρ τῶν παλαιῶν ἐθῶν τῶν γενομένων παρʼ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχωρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐθαυμάσθη·
69.3
διόπερ οἱ μέγιστοι τῶν ἐν παιδείᾳ δοξασθέντων ἐφιλοτιμήθησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων.
69.4
καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυθαγόρας ὁ Σάμιος, ἔτι δὲ Σόλων ὁ νομοθέτης.
69.5
λέγουσι τοίνυν Αἰγύπτιοι παρʼ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσθαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν θεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεθῆναι, νόμους τε τοὺς ἀρίστους τεθῆναι.