Kitap 1
τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Διοδώρου βίβλων.
προοίμιον τῆς ὅλης πραγματείας.
περὶ τῶν παρʼ Αἰγυπτίοις λεγομένων περὶ τῆς τοῦ κόσμου γενέσεως.
περὶ τῶν ὅσοι πόλεις ἔκτισαν κατʼ Αἴγυπτον.
περὶ τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου.
5
περὶ τῆς τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς.
περὶ τῆς τοποθεσίας τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις.
περὶ τῶν πρώτων γενομένων κατʼ Αἴγυπτον βασιλέων καὶ τῶν κατὰ μέρος αὐτῶν πράξεων.
περὶ κατασκευῶν τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων.
10
περὶ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις. περὶ τῶν νομίμων τῶν περὶ τοὺς τετελευτηκότας παρʼ
περὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.
τοῖς τὰς κοινὰς ἱστορίας πραγματευσαμένοις μεγάλας χάριτας ἀπονέμειν δίκαιον πάντας ἀνθρώπους, ὅτι τοῖς ἰδίοις πόνοις ὠφελῆσαι τὸν κοινὸν βίον ἐφιλοτιμήθησαν· ἀκίνδυνον γὰρ διδασκαλίαν τοῦ συμφέροντος εἰσηγησάμενοι καλλίστην ἐμπειρίαν διὰ τῆς πραγματείας ταύτης περιποιοῦσι τοῖς ἀναγινώσκουσιν.
ἡ μὲν γὰρ ἐκ τῆς πείρας ἑκάστου μάθησις μετὰ πολλῶν πόνων καὶ κινδύνων ποιεῖ τῶν χρησίμων ἕκαστα διαγινώσκειν, καὶ διὰ τοῦτο τῶν ἡρώων ὁ πολυπειρότατος μετὰ μεγάλων ἀτυχημάτων πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· ἡ δὲ διὰ τῆς ἱστορίας περιγινομένη σύνεσις τῶν ἀλλοτρίων ἀποτευγμάτων τε καὶ κατορθωμάτων ἀπείρατον κακῶν ἔχει τήν διδασκαλίαν.
ἔπειτα πάντας ἀνθρώπους, μετέχοντας μὲν τῆς πρὸς ἀλλήλους συγγενείας, τόποις δὲ καὶ χρόνοις διεστηκότας, ἐφιλοτιμήθησαν ὑπὸ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἀγαγεῖν, ὥσπερ τινὲς ὑπουργοὶ τῆς θείας προνοίας γενηθέντες. ἐκείνη τε γὰρ τὴν τῶν ὁρωμένων ἄστρων διακόσμησιν καὶ τὰς ἀνθρώπων φύσεις εἰς κοινὴν ἀναλογίαν συνθεῖσα κυκλεῖ συνεχῶς ἅπαντα τὸν αἰῶνα, τὸ ἐπιβάλλον ἑκάστοις ἐκ τῆς πεπρωμένης μερίζουσα, οἵ τε τὰς κοινὰς τῆς οἰκουμένης πράξεις καθάπερ μιᾶς πόλεως ἀναγράψαντες ἕνα λόγον καὶ κοινὸν χρηματιστήριον τῶν συντετελεσμένων ἀπέδειξαν τὰς ἑαυτῶν πραγματείας.
καλὸν γὰρ τὸ δύνασθαι τοῖς τῶν ἄλλων ἀγνοήμασι πρὸς διόρθωσιν χρῆσθαι παραδείγμασι, καὶ πρὸς τὰ συγκυροῦντα ποικίλως κατὰ τὸν βίον ἔχειν μὴ ζήτησιν τῶν πραττομένων, ἀλλὰ μίμησιν τῶν ἐπιτετευγμένων. καὶ γὰρ τοὺς πρεσβυτάτους ταῖς ἡλικίαις ἅπαντες τῶν νεωτέρων προκρίνουσιν ἐν ταῖς συμβουλίαις διὰ τὴν ἐκ τοῦ χρόνου περιγεγενημένην αὐτοῖς ἐμπειρίαν· ἧς τοσοῦτον ὑπερέχειν συμβέβηκε τὴν ἐκ τῆς ἱστορίας μάθησιν ὅσον καὶ τῷ πλήθει τῶν πραγμάτων προτεροῦσαν αὐτὴν ἐπεγνώκαμεν. διὸ καὶ πρὸς ἁπάσας τὰς τοῦ βίου περιστάσεις χρησιμωτάτην ἄν τις εἶναι νομίσειε τὴν ταύτης ἀνάληψιν.
τοῖς μὲν γὰρ νεωτέροις τὴν τῶν γεγηρακότων περιποιεῖ σύνεσιν, τοῖς δὲ πρεσβυτέροις πολλαπλασιάζει τὴν ὑπάρχουσαν ἐμπειρίαν, καὶ τοὺς μὲν ἰδιώτας ἀξίους ἡγεμονίας κατασκευάζει, τοὺς δʼ ἡγεμόνας τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέπεται τοῖς καλλίστοις τῶν ἔργων ἐπιχειρεῖν, χωρὶς δὲ τούτων τοὺς μὲν στρατιώτας τοῖς μετὰ τὴν τελευτὴν ἐπαίνοις ἑτοιμοτέρους κατασκευάζει πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, τοὺς δὲ πονηροὺς τῶν ἀνθρώπων ταῖς αἰωνίοις βλασφημίαις ἀποτρέπει τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
καθόλου δὲ διὰ τὴν ἐκ ταύτης ἐπʼ ἀγαθῷ μνήμην οἱ μὲν κτίσται πόλεων γενέσθαι προεκλήθησαν, οἱ δὲ νόμους εἰσηγήσασθαι περιέχοντας τῷ κοινῷ βίω τὴν ἀσφάλειαν, πολλοὶ δʼ ἐπιστήμας καὶ τέχνας ἐξευρεῖν ἐφιλοτιμήθησαν πρὸς εὐεργεσίαν τοῦ γένους τῶν ἀνθρώπων. ἐξ ἁπάντων δὲ συμπληρουμένης τῆς εὐδαιμονίας, ἀποδοτέον τῶν ἐπαίνων τὸ πρωτεῖον τῇ τούτων μάλιστʼ αἰτίᾳ ἱστορίᾳ.
ἡγητέον γὰρ εἶναι ταύτην φύλακα μὲν τῆς τῶν ἀξιολόγων ἀρετῆς, μάρτυρα δὲ τῆς τῶν φαύλων κακίας, εὐεργέτιν δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. εἰ γὰρ ἡ τῶν ἐν ᾅδου μυθολογία τὴν ὑπόθεσιν πεπλασμένην ἔχουσα πολλὰ συμβάλλεται τοῖς ἀνθρώποις πρὸς εὐσέβειαν καὶ δικαιοσύνην, πόσῳ μᾶλλον ὑποληπτέον τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, τῆς ὅλης φιλοσοφίας οἱονεὶ μητρόπολιν οὖσαν, ἐπισκευάσαι δύνασθαι τὰ ἤθη μᾶλλον πρὸς καλοκἀγαθίαν;
πάντες γὰρ ἄνθρωποι διὰ τὴν τῆς φύσεως ἀσθένειαν βιοῦσι μὲν ἀκαριαῖόν τι μέρος τοῦ παντὸς αἰῶνος, τετελευτήκασι δὲ πάντα τὸν ὕστερον χρόνον, καὶ τοῖς μὲν ἐν τῷ ζῆν μηδὲν ἀξιόλογον πράξασιν ἅμα ταῖς τῶν σωμάτων τελευταῖς συναποθνήσκει καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸν βίον, τοῖς δὲ διʼ ἀρετὴν περιποιησαμένοις δόξαν αἱ πράξεις ἅπαντα τὸν αἰῶνα μνημονεύονται, διαβοώμεναι τῷ θειοτάτῳ τῆς ἱστορίας στόματι.
καλὸν δʼ, οἶμαι, τοῖς εὖ φρονοῦσι θνητῶν πόνων ἀντικαταλλάξασθαι τὴν ἀθάνατον εὐφημίαν. Ἡρακλῆς μὲν γὰρ ὁμολογεῖται πάντα τὸν γενόμενον αὐτῷ κατʼ ἀνθρώπους χρόνον ὑπομεῖναι μεγάλους καὶ συνεχεῖς πόνους καὶ κινδύνους ἑκουσίως, ἵνα τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσας τύχῃ τῆς ἀθανασίας· τῶν δὲ ἄλλων ἀγαθῶν ἀνδρῶν οἱ μὲν ἡρωικῶν, οἱ δὲ ἰσοθέων τιμῶν ἔτυχον, πάντες δὲ μεγάλων ἐπαίνων ἠξιώθησαν, τὰς ἀρετὰς αὐτῶν τῆς ἱστορίας ἀπαθανατιζούσης.
τὰ μὲν γὰρ ἄλλα μνημεῖα διαμένει χρόνον ὀλίγον, ὑπὸ πολλῶν ἀναιρούμενα περιστάσεων, ἡ δὲ τῆς ἱστορίας δύναμις ἐπὶ πᾶσαν τὴν οἰκουμένην διήκουσα τὸν πάντα τἄλλα λυμαινόμενον χρόνον ἔχει φύλακα τῆς αἰωνίου παραδόσεως τοῖς ἐπιγινομένοις. συμβάλλεται δʼ αὕτη καὶ πρὸς λόγου δύναμιν, οὗ κάλλιον ἕτερον οὐκ ἄν τις ῥᾳδίως εὕροι.
τούτῳ γὰρ οἱ μὲν Ἕλληνες τῶν βαρβάρων, οἱ δὲ πεπαιδευμένοι τῶν ἀπαιδεύτων προέχουσι, πρὸς δὲ τούτοις διὰ μόνου τούτου δυνατόν ἐστιν ἕνα τῶν πολλῶν περιγενέσθαι· καθόλου δὲ φαίνεται πᾶν τὸ προτεθὲν τοιοῦτον ὁποῖον ἄν ἡ τοῦ λέγοντος δύναμις παραστήσῃ, καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους λόγου προσαγορεύομεν, ὡς τοῦτο τὸ πρωτεῖον τῆς ἀρετῆς περιπεποιημένους.
εἰς πλείω δὲ μέρη τούτου διῃρημένου, συμβαίνει τὴν μὲν ποιητικὴν τέρπειν μᾶλλον ἤπερ ὠφελεῖν, τὴν δὲ νομοθεσίαν κολάζειν, οὐ διδάσκειν, παραπλησίως δὲ καὶ τἄλλα μέρη τὰ μὲν μηδὲν συμβάλλεσθαι πρὸς εὐδαιμονίαν, τὰ δὲ μεμιγμένην ἔχειν τῷ συμφέροντι τὴν βλάβην, ἔνια δὲ κατεψεῦσθαι τῆς ἀληθείας, μόνην δὲ τὴν ἱστορίαν, συμφωνούντων ἐν αὐτῇ τῶν λόγων τοῖς ἔργοις, ἅπαντα τἄλλα χρήσιμα τῇ γραφῇ περιειληφέναι.
ὁρᾶσθαι γὰρ αὐτὴν προτρεπομένην ἐπὶ δικαιοσύνην, κατηγοροῦσαν τῶν φαύλων, ἐγκωμιάζουσαν τοὺς ἀγαθούς, τὸ σύνολον ἐμπειρίαν μεγίστην περιποιοῦσαν τοῖς ἐντυγχάνουσι.
διὸ καὶ θεωροῦντες ἡμεῖς δικαίας ἀποδοχῆς τυγχάνοντας τοὺς ταύτην πραγματευσαμένους προήχθημεν ἐπὶ τὸν ὅμοιον τῆς ὑποθέσεως ζῆλον. ἐπιστήσαντες δὲ τὸν νοῦν τοῖς πρὸ ἡμῶν συγγραφεῦσιν ἀπεδεξάμεθα μὲν ὡς ἔνι μάλιστα τὴν προαίρεσιν αὐτῶν, οὐ μὴν ἐξειργάσθαι πρὸς τὸ συμφέρον καὶ τὸ δυνατὸν τὰς πραγματείας αὐτῶν ὑπελάβομεν.
κειμένης γὰρ τοῖς ἀναγινώσκουσι τῆς ὠφελείας ἐν τῷ πλείστας καὶ ποικιλωτάτας περιστάσεις λαμβάνειν, οἱ πλεῖστοι μὲν ἑνὸς ἔθνους ἢ μιᾶς πόλεως αὐτοτελεῖς πολέμους ἀνέγραψαν, ὀλίγοι δʼ ἀπὸ τῶν ἀρχαίων χρόνων ἀρξάμενοι τὰς κοινὰς πράξεις ἐπεχείρησαν ἀναγράφειν μέχρι τῶν καθʼ αὑτοὺς καιρῶν, καὶ τούτων οἱ μὲν τοὺς οἰκείους χρόνους ἑκάστοις οὐ παρέζευξαν, οἱ δὲ τὰς τῶν βαρβάρων πράξεις ὑπερέβησαν, ἔτι δʼ οἱ μὲν τὰς παλαιὰς μυθολογίας διὰ τὴν δυσχέρειαν τῆς πραγματείας ἀπεδοκίμασαν, οἱ δὲ τὴν ὑπόστασιν τῆς ἐπιβολῆς οὐ συνετέλεσαν,
μεσολαβηθέντες τὸν βίον ὑπὸ τῆς πεπρωμένης. τῶν δὲ τὴν ἐπιβολὴν ταύτης τῆς πραγματείας πεποιημένων οὐδεὶς προεβίβασε τὴν ἱστορίαν κατωτέρω τῶν Μακεδονικῶν καιρῶν· οἱ μὲν γὰρ εἰς τὰς Φιλίππου πράξεις, οἱ δʼ εἰς τὰς Ἀλεξάνδρου, τινὲς δʼ εἰς τοὺς διαδόχους ἢ τοὺς ἐπιγόνους κατέστρεψαν τὰς συντάξεις· πολλῶν δὲ καὶ μεγάλων τῶν μετὰ ταῦτα πράξεων ἀπολελειμμένων μέχρι τοῦ καθʼ ἡμᾶς βίου τῶν ἱστοριογράφων οὐδεὶς ἐπεβάλετο αὐτὰς μιᾶς συντάξεως περιγραφῇ πραγματεύσασθαι διὰ τὸ μέγεθος τῆς ὑποθέσεως.
διὸ καὶ ἐρριμμένων τῶν τε χρόνων καὶ τῶν πράξεων ἐν πλείοσι πραγματείαις καὶ διαφόροις συγγραφεῦσι δυσπερίληπτος ἡ τούτων ἀνάληψις γίνεται καὶ δυσμνημόνευτος.
ἐξετάσαντες οὖν τὰς ἑκάστου τούτων διαθέσεις ἐκρίναμεν ὑπόθεσιν ἱστορικὴν πραγματεύσασθαι τὴν πλεῖστα μὲν ὠφελῆσαι δυναμένην, ἐλάχιστα δὲ τοὺς ἀναγινώσκοντας ἐνοχλήσουσαν.
εἰ γάρ τις τὰς εἰς μνήμην παραδεδομένας τοῦ σύμπαντος κόσμου πράξεις, ὥσπερ τινὸς μιᾶς πόλεως, ἀρξάμενος ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀναγράψαι κατὰ τὸ δυνατὸν μέχρι τῶν καθʼ αὑτὸν καιρῶν, πόνον μὲν ἂν πολὺν ὑπομείναι δῆλον ὅτι, πραγματείαν δὲ πασῶν εὐχρηστοτάτην συντάξαιτο τοῖς φιλαναγνωστοῦσιν.
ἐξέσται γὰρ ἐκ ταύτης ἕκαστον πρὸς τὴν ἰδίαν ὑπόστασιν ἑτοίμως λαμβάνειν τὸ χρήσιμον, ὥσπερ ἐκ μεγάλης ἀρυόμενον πηγῆς.
τοῖς μὲν γὰρ ἐπιβαλλομένοις διεξιέναι τὰς τῶν τοσούτων συγγραφέων ἱστορίας πρῶτον μὲν οὐ ῥᾴδιον εὐπορῆσαι τῶν εἰς τὴν χρείαν πιπτουσῶν βίβλων, ἔπειτα διὰ τὴν ἀνωμαλίαν καὶ τὸ πλῆθος τῶν συνταγμάτων δυσκατάληπτος γίνεται τελέως καὶ δυσέφικτος ἡ τῶν πεπραγμένων ἀνάληψις· ἡ δʼ ἐν μιᾶς συντάξεως περιγραφῇ πραγματεία τὸ τῶν πράξεων εἰρόμενον ἔχουσα τὴν μὲν ἀνάγνωσιν ἑτοίμην παρέχεται, τὴν δʼ ἀνάληψιν ἔχει παντελῶς εὐπαρακολούθητον. καθόλου δὲ τῶν ἄλλων τοσοῦτον ὑπερέχειν ταύτην ἡγητέον ὅσῳ χρησιμώτερόν ἐστι τὸ πᾶν τοῦ μέρους καὶ τὸ συνεχὲς τοῦ διερρηγμένου, πρὸς δὲ τούτοις τὸ διηκριβωμένον τοῖς χρόνοις τοῦ μηδὲ γινωσκομένου τίσιν ἐπράχθη καιροῖς.
διόπερ ἡμεῖς ὁρῶντες ταύτην τὴν ὑπόθεσιν χρησιμωτάτην μὲν οὖσαν, πολλοῦ δὲ πόνου καὶ χρόνου προσδεομένην, τριάκοντα μὲν ἔτη περὶ αὐτὴν ἐπραγματεύθημεν, μετὰ δὲ πολλῆς κακοπαθείας καὶ κινδύνων ἐπήλθομεν πολλὴν τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, ἵνα τῶν ἀναγκαιοτάτων καὶ πλείστων μερῶν αὐτόπται γενηθῶμεν· πολλὰ γὰρ παρὰ τὰς ἀγνοίας τῶν τόπων διήμαρτον οὐχ οἱ τυχόντες τῶν συγγραφέων, ἀλλά τινες καὶ τῶν τῇ δόξῃ πεπρωτευκότων.
ἀφορμῇ δὲ πρὸς τὴν ἐπιβολὴν ταύτην ἐχρησάμεθα μάλιστα μὲν τῇ πρὸς τὴν πραγματείαν ἐπιθυμίᾳ, διʼ ἣν πᾶσιν ἀνθρώποις τὸ δοκοῦν ἄπορον εἶναι τυγχάνει συντελείας, ἔπειτα καὶ τῇ ἐν Ῥώμῃ χορηγίᾳ τῶν πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν ἀνηκόντων.
ἡ γὰρ ταύτης τῆς πόλεως ὑπεροχή, διατείνουσα τῇ δυνάμει πρὸς τὰ πέρατα τῆς οἰκουμένης, ἑτοιμοτάτας καὶ πλείστας ἡμῖν ἀφορμὰς παρέσχετο παρεπιδημήσασιν ἐν αὐτῇ πλείω χρόνον.
ἡμεῖς γὰρ ἐξ Ἀγυρίου τῆς Σικελίας ὄντες, καὶ διὰ τὴν ἐπιμιξίαν τοῖς ἐν τῇ νήσῳ πολλὴν ἐμπειρίαν τῆς Ῥωμαίων διαλέκτου περιπεποιμένοι, πάσας τὰς τῆς ἡγεμονίας ταύτης πράξεις ἀκριβῶς ἀνελάβομεν ἐκ τῶν παρʼ ἐκείνοις ὑπομνημάτων ἐκ πολλῶν χρόνων τετηρημένων.
πεποιήμεθα δὲ τὴν ἀρχὴν τῆς ἱστορίας ἀπὸ τῶν μυθολογουμένων παρʼ Ἕλλησί τε καὶ βαρβάροις, ἐξετάσαντες τὰ παρʼ ἑκάστοις ἱστορούμενα κατὰ τοὺς ἀρχαίους χρόνους, ἐφʼ ὅσον ἡμῖν δύναμις.
ἐπεὶ δʼ ἡ μὲν ὑπόθεσις ἔχει τέλος, αἱ βίβλοι δὲ μέχρι τοῦ νῦν ἀνέκδοτοι τυγχάνουσιν οὖσαι, βούλομαι βραχέα προδιορίσαι περὶ ὅλης τῆς πραγματείας. τῶν γὰρ βίβλων ἡμῖν ἓξ μὲν αἱ πρῶται περιέχουσι τὰς πρὸ τῶν Τρωικῶν πράξεις καὶ μυθολογίας, καὶ τούτων αἱ μὲν προηγούμεναι τρεῖς τὰς βαρβαρικάς, αἱ δʼ ἑξῆς σχεδὸν τὰς τῶν Ἑλλήνων ἀρχαιολογίας· ἐν δὲ ταῖς μετὰ ταύτας ἕνδεκα τὰς ἀπὸ τῶν Τρωικῶν κοινὰς πράξεις ἀναγεγράφαμεν ἕως τῆς Ἀλεξάνδρου τελευτῆς·