Thesauros Edebiyat Tarih On Hunting

On Hunting

On Hunting Xenophon
4.4 ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.
4.5 διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῇ κλαγγῇ καὶ ὑλαγμῷ, συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντῃ. μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς, πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη.
4.6 μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. εὔψυχοι μὲν οὖν ἔσονται, ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ᾖ πνίγη· εὔρινες δέ, ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς, ξηροῖς, προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ, ἐὰν τῇ αὐτῇ ὥρᾳ μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ, ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα.
4.7 τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλὰ τὸ ἁπλοῦν καὶ θηριῶδες.
4.8 αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi