4.1
πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς, σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλʼ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας μὴ σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.
4.2
καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.
4.3
ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς ποιούμεναι πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι.