7.10
ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλʼ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα.
7.11
πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵνʼ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ διʼ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν.
7.12
χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν μὲν γὰρ μὴ ἐνδεεῖς ὦσι, τούτου τὸν αἴτιον οὐκ ἴσασιν, ὅταν δὲ ἐπιθυμοῦσαι λάβωσι, τὸν διδόντα στέργουσιν.
8.1
ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφῃ ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν· εἰ δʼ ἐνέσται μελάγχιμα, δυσζήτητος ἔσται. ἔστι δέ, ὅταν μὲν ἐπινεφῇ καὶ ᾖ βόρειον, τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα· οὐ γὰρ ταχὺ συντήκεται· ἐὰν δὲ νότιόν τε ᾖ καὶ ἥλιος ἐπιλάμπῃ, ὀλίγον χρόνον· ταχὺ γὰρ διαχεῖται. ὅταν δʼ ἐπινίφῃ συνεχῶς, οὐδὲν δεῖ· ἐπικαλύπτει γάρ· οὐδὲ ἂν πνεῦμα ᾖ μέγα· συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει.
8.2
κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην· ἡ γὰρ χιὼν καίει τῶν κυνῶν τὰς ῥῖνας, ῥήγνυσι τοὺς πόδας, τὴν ὀσμὴν τοῦ λαγῶ ἀφανίζει διὰ τὸ ὑπερπαγές· λαβόντα δὲ τὰ δίκτυα μετʼ ἄλλου ἐλθόντα πρὸς τὰ ὄρη παριέναι ἀπὸ τῶν ἔργων, καὶ ἐπειδὰν λάβῃ τὰ ἴχνη, πορεύεσθαι κατὰ ταῦτα.