Thesauros Edebiyat Tarih On Hunting

On Hunting

On Hunting Xenophon
5.24 ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τʼ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτʼ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά· ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.
5.25 κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι.
5.26 βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη.
5.27 ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί.
5.28 καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων.
5.29 εἰ δʼ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ τὸ τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχῃ δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτῳ ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi