Thesauros Edebiyat Tarih On Hunting

On Hunting

On Hunting Xenophon
5.5 τὸ δὲ ἔαρ κεκραμένον τῇ ὥρᾳ καλῶς παρέχει τὰ ἴχνη λαμπρά, πλὴν εἴ τι ἡ γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας, εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους· διάπυρος γὰρ οὖσα ἡ γῆ ἀφανίζει τὸ θερμὸν ὃ ἔχουσιν· ἔστι γὰρ λεπτόν· καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. τοῦ δὲ μετοπώρου καθαρά· ὅσα γὰρ ἡ γῆ φέρει, τὰ μὲν ἥμερα συγκεκόμισται, τὰ δὲ ἄγρια γήρᾳ διαλέλυται· ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι.
5.6 ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ, τοῦ δʼ ἦρος συμπεπλεγμένα· τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί, μάλιστα δὲ ταύτην τὴν ὥραν· ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετʼ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν.
5.7 ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐναίων ἢ τῶν δρομαίων· τὰ μὲν γὰρ εὐναῖα ποιῶν ὁ λαγῶς πορεύεται ἐφιστάμενος, τὰ δὲ δρομαῖα ταχύ· ἡ γῆ οὖν τῶν μὲν πυκνοῦται, τῶν δὲ οὐ πίμπλαται. ἐν δὲ τοῖς ὑλώδεσι μᾶλλον ἢ ἐν τοῖς ψιλοῖς ὄζει· διατρέχων γὰρ καὶ ἀνακαθίζων ἅπτεται πολλῶν.
5.8 κατακλίνονται δʼ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφʼ ἑαυτῆς ὑπὸ παντί, ἐπʼ αὐτῶν, ἐν αὐτοῖς, παρʼ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων· ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ᾖ ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτῳ·
5.9 ὁ μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ᾖ ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi