Thesauros Edebiyat Tarih On Hunting

On Hunting

On Hunting Xenophon
4.9 ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις, τὰ δὲ ἔργα ἧττον· τὰ μὲν γὰρ ὄρη οἷόν τʼ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς, τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς.
4.10 ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας εἰς τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται.
4.11 ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ διʼ ἡμέρας, μετοπώρου δʼ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.
5.1 τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν· τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. χειμῶνος μὲν οὖν πρῲ οὐκ ὄζει αὐτῶν, ὅταν πάχνη ᾖ ἢ παγετός· ἡ μὲν γὰρ πάχνη τῇ αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῇ, ὁ δὲ παγετὸς ἐπιπήξας.
5.2 καὶ αἱ κύνες μαλκίουσαι τὰς ῥῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν ᾖ τοιαῦτα, πρὶν ἂν ὁ ἥλιος διαλύσῃ αὐτὰ ἢ προϊοῦσα ἡ ἡμέρα· τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει.
5.3 ἀφανίζει δὲ καὶ ἡ πολλὴ δρόσος καταφέρουσα αὐτά, καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον, ἕως ἂν ψυχθῇ· χείρω δὲ καὶ τὰ νότια ποιεῖ· ὑγραίνοντα γὰρ διαχεῖ· τὰ δὲ βόρεια, ἐὰν ᾖ ἄλυτα, συνίστησι καὶ σῴζει.
5.4 οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες, καὶ ἡ σελήνη ἀμαυροῖ τῷ θερμῷ, μάλιστα δὲ ὅταν ᾖ πανσέληνος· καὶ μανότατα τότε· χαίροντες γὰρ τῷ φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες· ταραχώδη δὲ ὅταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi