ἱππικοῦ δὲ ἀνδρὸς ἡμῖν δοκεῖ εἶναι καὶ τὸν ἱπποκόμον πεπαιδευκέναι ἃ δεῖ περὶ τὸν ἵππον πράττειν. πρῶτον μὲν τοίνυν τῆς ἐπιφατνιδίας φορβειᾶς ἐπίστασθαι αὐτὸν δεῖ μήποτε τὸ ἅμμα ποιεῖσθαι ἔνθαπερ ἡ κορυφαία περιτίθεται. πολλάκις γὰρ κνῶν ὁ ἵππος ἐπὶ τῇ φάτνῃ τὴν κεφαλήν, εἰ μὴ ἀσινὴς ἡ φορβειὰ περὶ τὰ ὦτα ἔσται, πολλάκις ἂν ἕλκη ποιοίη. ἑλκουμένων γε μὴν τούτων ἀνάγκη τὸν ἵππον καὶ περὶ τὸ χαλινοῦσθαι καὶ περὶ τὸ ψήχεσθαι δυσκολώτερον εἶναι.
ἀγαθὸν δὲ καὶ τὸ τετάχθαι τῷ ἱπποκόμῳ καθʼ ἡμέραν τὴν κόπρον καὶ τὰ ὑποστρώματα τοῦ ἵππου ἐκφέρειν εἰς ἓν χωρίον. τοῦτο γὰρ ποιῶν αὐτός τʼ ἂν ῥᾷστα ἀπαλλάττοι καὶ ἅμα τὸν ἵππον ὠφελοίη.
εἰδέναι δὲ χρὴ τὸν ἱπποκόμον καὶ τὸν κημὸν περιτιθέναι τῷ ἵππῳ, καὶ ὅταν ἐπὶ ψῆξιν καὶ ὅταν ἐπὶ καλίστραν ἐξάγῃ. καὶ ἀεὶ δὲ ὅποι ἂν ἀχαλίνωτον ἄγῃ κημοῦν δεῖ. ὁ γὰρ κημὸς ἀναπνεῖν μὲν οὐ κωλύει, δάκνειν δὲ οὐκ ἐᾷ· καὶ τὸ ἐπιβουλεύειν δὲ περικείμενος μᾶλλον ἐξαιρεῖ τῶν ἵππων·
καὶ μὴν δεσμεύειν τὸν ἵππον ἄνωθεν τῆς κεφαλῆς δεῖ· πάντα γὰρ ὁπόσα ἂν δύσκολʼ ᾖ περὶ τὸ πρόσωπον ὁ ἵππος ἐκνεύειν πέφυκεν ἄνω· ἐκνεύων γε μὴν οὕτω δεδεμένος χαλᾷ μᾶλλον ἢ διασπᾷ τὰ δεσμά.
ἐπειδὰν δὲ ψήχῃ, ἄρχεσθαι μὲν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς χαίτης· μὴ γὰρ καθαρῶν τῶν ἄνω ὄντων μάταιον τὰ κάτω καθαίρειν. ἔπειτα δὲ κατὰ μὲν τὸ ἄλλο σῶμα πᾶσι τοῖς τῆς καθάρσεως ὀργάνοις ἀνιστάντα δεῖ τὴν τρίχα σοβεῖν τὴν κόνιν κατὰ φύσιν τῆς τριχός· τῶν δʼ ἐν τῇ ῥάχει τριχῶν ἄλλῳ μὲν ὀργάνῳ οὐδενὶ δεῖ ἅπτεσθαι, ταῖς δὲ χερσὶ τρίβειν καὶ ἁπαλύνειν ᾗπερ φύσει κέκλινται· ἥκιστα γὰρ ἂν βλάπτοι τὴν ἕδραν τοῦ ἵππου.
ὕδατι δὲ καταπλύνειν τὴν κεφαλὴν χρή· ὀστώδης γὰρ οὖσα, εἰ σιδήρῳ ἢ ξύλῳ καθαίροιτο, λυποῖ ἂν τὸν ἵππον. καὶ τὸ προκόμιον δὲ χρὴ βρέχειν· καὶ γὰρ αὗται εὐμήκεις οὖσαι αἱ τρίχες ὁρᾶν μὲν οὐ κωλύουσι τὸν ἵππον, ἀποσοβοῦσι δὲ ἀπὸ τῶν ὀφθαλμῶν τὰ λυποῦντα. καὶ τοὺς θεοὺς δὲ οἴεσθαι χρὴ δεδωκέναι ταύτας τὰς τρίχας ἵππῳ ἀντὶ τῶν μεγάλων ὤτων ἃ ὄνοις τε καὶ ἡμιόνοις ἔδοσαν ἀλεξητήρια πρὸ τῶν ὀμμάτων.
καὶ οὐρὰν δὲ καὶ χαίτην πλύνειν χρή, ἐπείπερ αὔξειν δεῖ τὰς τρίχας, τὰς μὲν ἐν τῇ οὐρᾷ, ὅπως ἐπὶ πλεῖστον ἐξικνούμενος ἀποσοβῆται ὁ ἵππος τὰ λυποῦντα, τὰς δὲ ἐν τῷ τραχήλῳ, ὅπως τῷ ἀναβάτῃ ὡς ἀφθονωτάτη ἀντίληψις ᾖ.
δέδοται δὲ παρὰ θεῶν καὶ ἀγλαΐας ἕνεκεν ἵππῳ χαίτη, καὶ προκόμιον δὲ καὶ οὐρά. τεκμήριον δέ· αἱ γὰρ ἀγελαῖαι τῶν ἵππων οὐχ ὁμοίως ὑπομένουσι τοὺς ὄνους ἐπὶ τῇ ὀχείᾳ ἕως ἂν κομῶσιν· οὗ ἕνεκα καὶ ἀποκείρουσι πρὸς τὴν ὀχείαν τὰς ἵππους ἅπαντες οἱ ὀνοβατοῦντες.
τήν γε μὴν τῶν σκελῶν κατάπλυσιν ἀφαιροῦμεν· ὠφελεῖ μὲν γὰρ οὐδέν, βλάπτει δὲ τὰς ὁπλὰς ἡ καθʼ ἑκάστην ἡμέραν βρέξις. καὶ τὴν ὑπὸ γαστέρα δὲ ἄγαν κάθαρσιν μειοῦν χρή· αὕτη γὰρ λυπεῖ μὲν μάλιστα τὸν ἵππον, ὅσῳ δʼ ἂν καθαρώτερα ταῦτα γένηται, τοσούτῳ πλείω τὰ λυποῦντα ἁθροίζει ὑπὸ τὴν γαστέρα·
ἢν δὲ καὶ πάνυ διαπονήσηταί τις ταῦτα, οὐ φθάνει τʼ ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι τοῖς ἀκαθάρτοις. ταῦτα μὲν οὖν ἐᾶν χρή· ἀρκεῖ δὲ καὶ ἡ τῶν σκελῶν ψῆξις αὐταῖς ταῖς χερσὶ γιγνομένη.
δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῷ, τῷ δʼ ἵππῳ ὠφελιμώτατα τὰ πρόσθεν ψήχοι. ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῷ ἵππῳ καθαίρῃ, κίνδυνος καὶ τῷ γόνατι καὶ τῇ ὁπλῇ εἰς τὸ πρόσωπον πληγῆναι·
ἢν δὲ ἀντία τῷ ἵππῳ ὁρῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρῃ, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβῃ, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δʼ ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δʼ αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω.
εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ τὸ πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι· ἢν γὰρ ἐπιχειρῇ ἀδικεῖν, κατʼ ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δʼ ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῷ, πλεῖστα δʼ ἂν ἵππῳ δύναιτο χρῆσθαι.
ἐπειδὰν δὲ ἄγειν δέῃ τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῷ μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῷ δὲ ἵππῳ οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται.
τὸ δʼ αὖ ἔμπροσθεν μακρῷ τῷ ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν· ἔξεστι μὲν γὰρ τῷ ἵππῳ καθʼ ὁπότερʼ ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῷ ἄγοντι.
ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτʼ ἂν κακουργεῖν, κάλλιστα δʼ ἂν παρεσκευασμένος τῷ ἀναβάτῃ εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν.
ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάλῃ, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου· ἔπειτα τὰς μὲν ἡνίας περιβαλὼν περὶ τὴν κεφαλὴν καθέτω ἐπὶ τῇ ἀκρωμίᾳ, τὴν δὲ κορυφαίαν τῇ δεξιᾷ αἰρέτω, τὸ δὲ στόμιον τῇ ἀριστερᾷ προσφερέτω.
κἂν μὲν δέχηται, δῆλον ὅτι περιτιθέναι δεῖ τὸν κεκρύφαλον· ἐὰν δὲ μὴ ὑποχάσκῃ, ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῷ ἵππῳ ποιῆσαι. οἱ γὰρ πολλοὶ τούτου γιγνομένου χαλῶσι τὸ στόμα. ἢν δὲ μηδʼ οὕτω δέχηται, πιεσάτω τὸ χεῖλος περὶ τῷ κυνόδοντι· καὶ πάνυ τινὲς ὀλίγοι οὐ δέχονται τοῦτο πάσχοντες.
δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας τὸν ἵππον· τοῦτο γὰρ ἑτερογνάθους ποιεῖ· ἔπειτα δὲ ὅσον δεῖ ἀπέχειν τὸν χαλινὸν τῶν γνάθων. ὁ μὲν γὰρ ἄγαν πρὸς αὐταῖς τυλοῖ τὸ στόμα, ὥστε μὴ εὐαίσθητον εἶναι, ὁ δὲ ἄγαν εἰς ἄκρον τὸ στόμα καθιέμενος ἐξουσίαν παρέχει συνδάκνοντι τὸ στόμιον μὴ πείθεσθαι.
χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥᾳδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος.
ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλλῃ χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον.
ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπίστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσῃ ἢ πρεσβύτερος γένηται, ἔχῃ τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλῳ ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται.
τὸ δὲ μήποτε σὺν ὀργῇ ἵππῳ προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη.
καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέλῃ πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πρᾴως προσάγοντα.
οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῷ τοιούτῳ, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι.
ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα· τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἀλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δʼ ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.
ὅταν γε μὴν παραδέξηται τὸν ἵππον ὡς ἀναβησόμενος, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺς καὶ ἑαυτῷ καὶ τῷ ἵππῳ ὠφελιμώτατος ἂν ἐν τῇ ἱππικῇ εἴη. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆς ὑποχαλινιδίας ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰς τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡς μήτʼ ἂν ἀνιὼν τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενος μέλλῃ ἀναβήσεσθαι μήτʼ ἂν ἀπὸ δόρατος ἀναπηδᾷ, σπᾶν τὸν ἵππον. τῇ δεξιᾷ δὲ τὰς ἡνίας παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῇ χαίτῃ, ὅπως μηδὲ καθʼ ἕνα τρόπον ἀναβαίνων σπάσῃ τῷ χαλινῷ τὸ στόμα τοῦ ἵππου.
ἐπειδὰν δὲ ἀνακουφίσῃ ἑαυτὸν εἰς τὴν ἀνάβασιν, τῇ μὲν ἀριστερᾷ ἀνιμάτω τὸ σῶμα, τὴν δὲ δεξιὰν ἐκτείνων συνεπαιρέτω ἑαυτόν (οὕτω γὰρ ἀναβαίνων οὐδὲ ὄπισθεν αἰσχρὰν θέαν παρέξει συγκεκαμμένῳ τῷ σκέλει), καὶ μηδὲ τὸ γόνυ ἐπὶ τὴν ῥάχιν τοῦ τιθέτω ἵππου, ἀλλʼ ὑπερβησάτω ἐπὶ τὰς δεξιὰς πλευρὰς τὴν κνήμην. ὅταν δὲ περιενέγκῃ τὸν πόδα, τότε καὶ τὼ γλουτὼ καθέτω ἐπὶ τὸν ἵππον.
ἢν δὲ τύχῃ ὁ ἱππεὺς τῇ μὲν ἀριστερᾷ ἄγων τὸν ἵππον, τῇ δὲ δεξιᾷ τὸ δόρυ ἔχων, ἀγαθὸν μὲν ἡμῖν δοκεῖ εἶναι τὸ καὶ ἐκ τῶν δεξιῶν μελετῆσαι ἀναπηδᾶν. μαθεῖν δʼ οὐδὲν δεῖ ἄλλο ἢ ἃ μὲν τότε τοῖς δεξιοῖς τοῦ σώματος ἐποίει τοῖς ἀριστεροῖς ποιεῖν, ἃ δὲ τότε τοῖς ἀριστεροῖς τοῖς δεξιοῖς.
τούτου δʼ ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους ἀγωνίζεσθαι.
ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν ὥσπερ ἐπὶ τοῦ δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν. τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ τοῦ ἵππου, εἰ δέοι.
χρὴ δὲ καὶ χαλαρὰν ἀπὸ τοῦ γόνατος ἀφεῖσθαι τὴν κνήμην σὺν τῷ ποδί. σκληρὸν μὲν γὰρ ἔχων τὸ σκέλος εἰ προσκόψειέ τῳ, προσκεκλασμένος ἂν εἴη· ὑγρὰ δὲ οὖσα ἡ κνήμη, εἴ τι καὶ προσπίπτοι αὐτῇ, ὑπείκοι ἂν καὶ τὸν μηρὸν οὐδὲν μετακινοίη.
δεῖ δὲ τὸν ἱππέα καὶ τὸ ἄνωθεν τῶν ἑαυτοῦ ἰσχίων σῶμα ὡς ὑγρότατον ἐθίζειν εἶναι. οὕτω γὰρ ἂν πονεῖν τε ἔτι μᾶλλον δύναιτο καὶ εἰ ἕλκοι τις αὐτὸν ἢ ὠθοίη ἧττον ἂν σφάλλοιτο.
ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται, ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβῃ ὡς ἂν εὐφορώτατον εἴη· ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς· οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη.
ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέῃ δέχεσθαι ἡ χεὶρ δύνηται.
ὅταν δὲ προχωρεῖν σημήνῃ τῷ ἵππῳ, βάδην μὲν ἀρχέσθω· τοῦτο γὰρ ἀταρακτότατον. ἡνιοχείτω δέ, ἢν μὲν κυφαγωγότερος ᾖ ὁ ἵππος, ἀνωτέρω ταῖς χερσίν, ἢν δὲ μᾶλλον ἀνακεκυφώς, κατωτέρω· οὕτω γὰρ ἂν μάλιστα κοσμοίη τὸ σχῆμα.
μετὰ δὲ ταῦτα τὸν αὐτοφυᾶ διατροχάζων διαχαλῴη τʼ ἂν ἀλυπότατα τὸ σῶμα καὶ εἰς τὸ ἐπιρραβδοφορεῖν ἥδιστʼ ἂν ἀφικνοῖτο. ἐπείπερ δὲ καὶ ἀπὸ τῶν ἀριστερῶν ἄρχεσθαι εὐδοκιμώτερον, ὧδʼ ἂν μάλιστα ἀπὸ τούτων ἄρχοιτο, εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῷ δεξιῷ, τότε σημαίνοι τῷ ἵππῳ τὸ ἐπιρραβδοφορεῖν.
τὸ γὰρ ἀριστερὸν μέλλων αἴρειν ἐκ τούτου ἂν ἄρχοιτο, καὶ ὁπότε ἐπὶ τὰ εὐώνυμα ἀναστρέφοι, τότε καὶ τῆς ἐπισκελίσεως ἄρχοιτο. καὶ γὰρ πέφυκεν ὁ ἵππος εἰς μὲν τὰ δεξιὰ στρεφόμενος τοῖς δεξιοῖς ἀφηγεῖσθαι, εἰς εὐώνυμα δὲ τοῖς ἀριστεροῖς.
ἱππασίαν δʼ ἐπαινοῦμεν τὴν πέδην καλουμένην· ἐπʼ ἀμφοτέρας γὰρ τὰς γνάθους στρέφεσθαι ἐθίζει. καὶ τὸ μεταβάλλεσθαι δὲ τὴν ἱππασίαν ἀγαθόν, ἵνα ἀμφότεραι αἱ γνάθοι καθʼ ἑκάτερον τῆς ἱππασίας ἰσάζωνται.
ἐπαινοῦμεν δὲ καὶ τὴν ἑτερομήκη πέδην μᾶλλον τῆς κυκλοτεροῦς. ἥδιον μὲν γὰρ οὕτως ἂν στρέφοιτο ὁ ἵππος ἤδη πλήρης ὢν τοῦ εὐθέος, καὶ τό τε ὀρθοδρομεῖν καὶ τὸ ἀποκάμπτειν ἅμα μελετῴη ἄν.