9.1
ταῦτα δὲ ἀναγιγνώσκειν μὲν καὶ ὀλιγάκις ἀρκεῖ, ἐννοεῖν δὲ τὸ παρατυγχάνον αὐτῷ ἀεὶ δεῖ, καὶ πρὸς τὸ παριστάμενον σκοποῦντα τὸ συμφέρον ἐκπονεῖν. γράψαι δὲ πάντα ὁπόσα δεῖ ποιεῖν οὐδὲν μᾶλλον οἷόν τέ ἐστιν ἢ τὰ μέλλοντα πάντα εἰδέναι.
9.2
πάντων δὲ τῶν ὑπομνημάτων ἔμοιγε δοκεῖ κράτιστον εἶναι τὸ ὅσα ἂν γνῷ ἀγαθὰ εἶναι ἐπιμελεῖσθαι ὡς ἂν πραχθῇ. ὀρθῶς δὲ γιγνωσκόμενα οὐ φέρει καρπὸν οὔτʼ ἐν γεωργίᾳ οὔτʼ ἐν ναυκληρίᾳ οὔτʼ ἐν ἀρχῇ, ἢν μή τις ἐπιμέληται ὡς ἂν ταῦτα σὺν τοῖς θεοῖς ἐκπεραίνηται.
9.3
φημὶ δʼ ἐγὼ ταῦτα καὶ τὸ πᾶν ἱππικὸν ὧδʼ ἂν πολὺ θᾶττον ἐκπληρωθῆναι εἰς τοὺς χιλίους ἱππεῖς καὶ πολὺ ῥᾷον τοῖς πολίταις, εἰ διακοσίους ἱππέας ξένους καταστήσαιντο· δοκοῦσι γὰρ ἄν μοι οὗτοι προσγενόμενοι καὶ εὐπειστότερον ἂν πᾶν τὸ ἱππικὸν ποιῆσαι καὶ φιλοτιμότερον πρὸς ἀλλήλους περὶ ἀνδραγαθίας.
9.4
οἶδα δʼ ἔγωγε καὶ Λακεδαιμονίοις ἱππικὸν ἀρξάμενον εὐδοκιμεῖν, ἐπεὶ ξένους ἱππέας προσέλαβον. καὶ ἐν ταῖς ἄλλαις δὲ πόλεσι πανταχοῦ τὰ ξενικὰ ὁρῶ εὐδοκιμοῦντα· ἡ γὰρ χρεία μεγάλην προθυμίαν συμβάλλεται.
9.5
εἰς δὲ τιμὴν τῶν ἵππων νομίζω ἂν αὐτοῖς χρήματα ὑπάρξαι καὶ παρὰ τῶν σφόδρα ἀπεχομένων μὴ ἱππεύειν, ὅτι καὶ οἷς καθίστησι τὸ ἱππικὸν ἐθέλουσι τελεῖν ἀργύριον ὡς μὴ ἱππεύειν, καὶ παρὰ πλουσίων μέν, ἀδυνάτων δὲ τοῖς σώμασιν, οἴομαι δὲ καὶ παρʼ ὀρφανῶν τῶν δυνατοὺς οἴκους ἐχόντων.
9.6
νομίζω δὲ καὶ μετοίκων φιλοτιμεῖσθαι ἄν τινας εἰς ἱππικὸν καθισταμένους· ὁρῶ γὰρ καὶ τῶν ἄλλων ὁπόσων ἂν καλῶν ὄντων μεταδιδῶσιν αὐτοῖς οἱ πολῖται, φιλοτίμως ἐνίους ἐθέλοντας τὸ προσταχθὲν διαπράττεσθαι.