Thesauros Edebiyat Tarih On the Cavalry Commander

On the Cavalry Commander

On the Cavalry Commander Xenophon
4.13 ἀλλὰ μὴν φρονίμου γε ἄρχοντος καὶ τὸ μήποτε κινδυνεύειν ἑκόντα, πλὴν ὅπου ἂν πρόδηλον ᾖ ὅτι πλέον ἕξει τῶν πολεμίων· τὸ δὲ ὑπηρετεῖν τὰ ἥδιστα τοῖς πολεμίοις προδοσία τῶν ξυμμάχων δικαίως ἂν μᾶλλον ἢ ἀνδρεία κρίνοιτο.
4.14 σῶφρον δὲ καὶ τὸ ἐκεῖσε ὁρμᾶν ὅπου ἂν ἀσθενῆ τὰ τῶν πολεμίων ᾖ, κἂν πρόσω ὄντα τυγχάνῃ. τὸ γὰρ σφόδρα πονῆσαι ἀκινδυνότερον ἢ πρὸς τοὺς κρείττους ἀγωνίζεσθαι.
4.15 ἢν δέ πῃ εἰς μέσον φιλίων τειχέων εἰσίωσιν οἱ πολέμιοι, κἂν πολὺ κρείττους ὄντες, καλὸν μὲν ἐντεῦθεν ἐπιχειρεῖν ὁποτέρωθι ἂν λελήθῃς παρών, καλὸν δὲ καὶ ἅμα ἀμφοτέρωθεν. ὅταν γὰρ οἱ ἕτεροι ἀποχωρῶσιν, οἱ ἐκ τοῦ ἐπὶ θάτερα ἐλαύνοντες ταράττοιεν μὲν ἂν τοὺς πολεμίους, σῴζοιεν δʼ ἂν τοὺς φίλους.
4.16 καὶ τὸ μὲν διὰ κατασκόπων πειρᾶσθαι εἰδέναι τὰ τῶν πολεμίων πάλαι εἴρηται ὡς ἀγαθόν ἐστιν· ἐγὼ δὲ πάντων ἄριστον νομίζω εἶναι τὸ αὐτὸν πειρᾶσθαι, ἢν ᾖ ποθεν ἐξ ἀσφαλοῦς, θεώμενον τοὺς πολεμίους ἀθρεῖν ἤν τι ἁμαρτάνωσι.
4.17 καὶ τὸ μὲν κλαπῆναι δυνατὸν πέμπειν χρὴ τοὺς ἐπιτηδείους κλέψοντας, τὸ δʼ ἁρπασθῆναι ἐγχωροῦν ἐφιέναι τοὺς ἁρπάσοντας. ἢν δὲ πορευομένων ποι τῶν πολεμίων ἀπαρτᾶταί τι ἀσθενέστερον τῆς αὑτοῦ δυνάμεως ἢ θαρροῦν ἀποσκεδαννύηται, οὐδὲ τοῦτο χρὴ λανθάνειν· ἀεὶ μέντοι τῷ ἰσχυροτέρῳ τὸ ἀσθενέστερον θηρᾶν.
4.18 δυνατὸν δὲ προσέχοντι τὸν νοῦν ταῦτα καταμανθάνειν, ἐπεὶ καὶ τὰ βραχυγνωμονέστερα ἀνθρώπου θηρία, οἵ τε ἴκτινοι δύνανται ὃ ἂν ἀφύλακτον ᾖ ἀφαρπάσαντες εἰς τὸ ἀσφαλὲς ἀποχωρεῖν πρὶν ληφθῆναι, καὶ οἱ λύκοι δὲ τά τε ἐρημούμενα φυλακῆς ἀγρεύουσι καὶ τὰ ἐν τοῖς δυσοράτοις κλέπτουσι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi