Thesauros Edebiyat Tarih Cyropaedia

Cyropaedia

Cyropaedia Xenophon

Kitap 3

3.3 καὶ ὁ Κῦρος ἰδὼν εἶπεν· ὑμεῖς ἐμὲ οὐ ποιήσετε μισθοῦ περιόντα εὐεργετεῖν, ἀλλὰ σύ, ὦ γύναι, ἔχουσα ταῦτα τὰ χρήματα ἃ φέρεις ἄπιθι, καὶ τῷ μὲν Ἀρμενίῳ μηκέτι δῷς αὐτὰ κατορύξαι, ἔκπεμψον δὲ τὸν υἱὸν ὡς κάλλιστα ἀπʼ αὐτῶν κατασκευάσασα ἐπὶ τὴν στρατιάν· ἀπὸ δὲ τῶν λοιπῶν κτῶ καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ καὶ ταῖς θυγατράσι καὶ τοῖς υἱοῖς ὅ τι κεκτημένοι καὶ κοσμήσεσθε κάλλιον καὶ ἥδιον τὸν αἰῶνα διάξετε· εἰς δὲ τὴν γῆν, ἔφη, ἀρκείτω τὰ σώματα, ὅταν ἕκαστος τελευτήσῃ, κατακρύπτειν.
3.4 ὁ μὲν ταῦτʼ εἰπὼν παρήλαυνεν· ὁ δʼ Ἀρμένιος συμπρούπεμπε καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι, ἀνακαλοῦντες τὸν εὐεργέτην, τὸν ἄνδρα τὸν ἀγαθόν· καὶ τοῦτʼ ἐποίουν, ἕως ἐκ τῆς χώρας ἐξέπεμψαν. συναπέστειλε δʼ αὐτῷ ὁ Ἀρμένιος καὶ στρατιὰν πλείονα, ὡς εἰρήνης οἴκοι οὔσης.
3.5 οὕτω δὴ ὁ Κῦρος ἀπῄει κεχρηματισμένος οὐχ ἃ ἔλαβε μόνον χρήματα, ἀλλὰ πολὺ πλείονα τούτων ἡτοιμασμένος διὰ τὸν τρόπον, ὥστε λαμβάνειν ὁπότε δέοιτο. καὶ τότε μὲν ἐστρατοπεδεύσατο ἐν τοῖς μεθορίοις. τῇ δʼ ὑστεραίᾳ τὸ μὲν στράτευμα καὶ τὰ χρήματα ἔπεμψε πρὸς Κυαξάρην· ὁ δὲ πλησίον ἦν, ὥσπερ ἔφησεν· αὐτὸς δὲ σὺν Τιγράνῃ καὶ Περσῶν τοῖς ἀρίστοις ἐθήρα ὅπουπερ ἐπιτυγχάνοιεν θηρίοις καὶ ηὐφραίνετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi