18.1
ἀτὰρ οὖν, ἔφην ἐγώ, ἐκ τούτου ἄρα θερίζειν εἰκός. δίδασκε οὖν εἴ τι ἔχεις με καὶ εἰς τοῦτο. ἂν μή γε φανῇς, ἔφη, καὶ εἰς τοῦτο ταὐτὰ ἐμοὶ ἐπιστάμενος. ὅτι μὲν οὖν τέμνειν τὸν σῖτον δεῖ οἶσθα. τί δʼ οὐ μέλλω; ἔφην ἐγώ. πότερʼ ἂν οὖν τέμνοις, ἔφη, στὰς ἔνθα πνεῖ ἄνεμος ἢ ἀντίος; οὐκ ἀντίος, ἔφην, ἔγωγε· χαλεπὸν γὰρ οἶμαι καὶ τοῖς ὄμμασι καὶ ταῖς χερσὶ γίγνεται ἀντίον ἀχύρων καὶ ἀθέρων θερίζειν.
18.2
καὶ ἀκροτομοίης δʼ ἄν, ἔφη, ἢ παρὰ γῆν τέμνοις; ἂν μὲν βραχὺς ᾖ ὁ κάλαμος τοῦ σίτου, ἔγωγʼ, ἔφην, κάτωθεν ἂν τέμνοιμι, ἵνα ἱκανὰ τὰ ἄχυρα μᾶλλον γίγνηται· ἐὰν δὲ ὑψηλὸς ᾖ, νομίζω ὀρθῶς ἂν ποιεῖν μεσοτομῶν, ἵνα μήτε οἱ ἁλοῶντες μοχθῶσι περιττὸν πόνον μήτε οἱ λικμῶντες ὧν οὐδὲν προσδέονται. τὸ δὲ ἐν τῇ γῇ λειφθὲν ἡγοῦμαι καὶ κατακαυθὲν συνωφελεῖν ἂν τὴν γῆν καὶ εἰς κόπρον ἐμβληθὲν τὴν κόπρον συμπληθύνειν.
18.3
ὁρᾷς, ἔφη, ὦ Σώκρατες, ὡς ἁλίσκει ἐπʼ αὐτοφώρῳ καὶ περὶ θερισμοῦ εἰδὼς ἅπερ ἐγώ; κινδυνεύω, ἔφην ἐγώ, καὶ βούλομαί γε σκέψασθαι εἰ καὶ ἁλοᾶν ἐπίσταμαι. οὐκοῦν, ἔφη, τοῦτο μὲν οἶσθα, ὅτι ὑποζυγίῳ ἁλοῶσι τὸν σῖτον.
18.4
τί δʼ οὐκ, ἔφην ἐγώ, οἶδα; καὶ ὑποζύγιά γε καλούμενα πάντα ὁμοίως, βοῦς, ἡμιόνους, ἵππους. οὐκοῦν, ἔφη, ταῦτα μὲν ἡγῇ τοσοῦτον μόνον εἰδέναι, πατεῖν τὸν σῖτον ἐλαυνόμενα; τί γὰρ ἂν ἄλλο, ἔφην ἐγώ, ὑποζύγια εἰδείη;