Thesauros Edebiyat Tarih Memorabilia

Memorabilia

Memorabilia Xenophon

Kitap 3

13.5 φοβουμένου δέ τινος τὴν εἰς Ὀλυμπίαν ὁδόν, τί, ἔφη, φοβῇ τὴν πορείαν; οὐ καὶ οἴκοι σχεδὸν ὅλην τὴν ἡμέραν περιπατεῖς; καὶ ἐκεῖσε πορευόμενος περιπατήσας ἀριστήσεις, περιπατήσας δειπνήσεις καὶ ἀναπαύσῃ. οὐκ οἶσθα ὅτι, εἰ ἐκτείναις τοὺς περιπάτους, οὓς ἐν πέντε ἢ ἓξ ἡμέραις περιπατεῖς, ῥᾳδίως ἂν Ἀθήνηθεν εἰς Ὀλυμπίαν ἀφίκοιο; χαριέστερον δὲ καὶ προεξορμᾶν ἡμέρᾳ μιᾷ μᾶλλον ἢ ὑστερίζειν. τὸ μὲν γὰρ ἀναγκάζεσθαι περαιτέρω τοῦ μετρίου μηκύνειν τὰς ὁδοὺς χαλεπόν, τὸ δὲ μιᾷ ἡμέρᾳ πλείους πορευθῆναι πολλὴν ῥᾳστώνην παρέχει. κρεῖττον οὖν ἐν τῇ ὁρμῇ σπεύδειν ἢ ἐν τῇ ὁδῷ.
13.6 ἄλλου δὲ λέγοντος ὡς παρετάθη μακρὰν ὁδὸν πορευθείς, ἤρετο αὐτὸν εἰ καὶ φορτίον ἔφερε, μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη, ἀλλὰ τὸ ἱμάτιον. μόνος δʼ ἐπορεύου, ἔφη, ἢ καὶ ἀκόλουθός σοι ἠκολούθει; ἠκολούθει, ἔφη. πότερον κενός, ἔφη, ἢ φέρων τι; φέρων νὴ Δίʼ, ἔφη, τά τε στρώματα καὶ τἆλλα σκεύη. καὶ πῶς τι, ἔφη, ἀπήλλαχεν ἐκ τῆς ὁδοῦ; ἐμοὶ μὲν δοκεῖ, ἔφη, βέλτιον ἐμοῦ. τί οὖν; ἔφη, εἰ τὸ ἐκείνου φορτίον ἔδει σε φέρειν, πῶς ἂν οἴει διατεθῆναι; κακῶς νὴ Δίʼ, ἔφη· μᾶλλον δὲ οὐδʼ ἂν ἐδυνήθην κομίσαι. τὸ οὖν τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν πῶς ἠσκημένου δοκεῖ σοι ἀνδρὸς εἶναι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi