1.36
ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα ἀπαξιοῦσαν.
1.37
διὸ δὴ αὖθις ἐς τὴν Ἔφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς τοὺς μοναχοὺς καλουμένους αὑτόν.
1.38
τότε δὴ κατ’ ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς, ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον.
1.39
τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν. ἔκλαε γοῦν ὁ ταλαίπωρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον.
1.40
ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον.
1.41
ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν ἐπιτήδευμα.
1.42
ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος, ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ τὴν Ἀντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο.
2.1
Αὐτίκα γὰρ Βελισάριος μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο, Ἀντωνίνα δὲ αὐτοῦ ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε.