12.31
τότε λέγουσι τὴν Θεοδώραν εἰπεῖν ὡς καὶ ὄναρ αὐτῇ ἐπισκῆψαν τὴν νύκτα ἐκείνην πλούτου ἕνεκα μηδεμίαν κελεύσαι ποιεῖσθαι φροντίδα.
12.32
ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς εὐνὴν ἥξειν, τούτῳ τε ἅτε γαμετὴν γυναῖκα ξυνοικήσεσθαι μηχανῇ πάσῃ, καὶ ἀπ’ αὐτοῦ κυρίαν αὐτὴν πάντων χρημάτων γενήσεσθαι.
13.1
Ἀλλὰ ταῦτα μὲν οὕτω δὴ δόξης τοῖς πλείστοις εἶχεν. Ἰουστινιανὸς δὲ τοιοῦτος μὲν ἦν τὸ ἄλλο ἦθος οἷος δεδήλωται, εὐπρόσιτον δὲ παρεῖχεν αὑτὸν καὶ πρᾷον τοῖς ἐντυγχάνουσιν, οὐδενί τε τῶν πάντων ἀποκεκλεῖσθαι τῆς εἰς αὐτὸν εἰσόδου συνέβαινεν, ἀλλὰ καὶ τοῖς οὐκ ἐν κόσμῳ παρ’ αὐτῷ ἑστῶσιν ἢ φθεγγομένοις οὐδεπώποτε χαλεπῶς ἔσχεν.
13.2
οὐ μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων. οὐ μὴν οὐδὲ ὀργῆς πώποτε ἢ ἀκροχολίας τι ὑποφαίνων ἐς τοὺς προσκεκρουκότας ἔνδηλος γέγονεν, ἀλλὰ πρᾷος μὲν τῷ προσώπῳ, καθειμέναις δὲ ταῖς ὀφρύσιν, ὑφειμένῃ δὲ τῇ φωνῇ ἐκέλευε μυριάδας μὲν διαφθεῖραι μηδὲν ἠδικηκότων ἀνθρώπων, πόλεις δὲ καθελεῖν, χρήματά τε ἀνάγραπτα ἐς τὸ δημόσιον πάντα ποιεῖσθαι.
13.3
εἴκασεν ἄν τις ἐκ τοῦδε τοῦ ἤθους προβατίου γνώμην τὸν ἄνθρωπον ἔχειν. ἢν μέντοι τις αὐτὸν ἱλεούμενος τοὺς παραπεπτωκότας ἱκεσίοις λιταῖς παραιτεῖσθαι πειρῷτο, ἐνταῦθα ἠγριωμένος τε καὶ σεσηρὼς μεστοῦσθαι ἐδόκει, ὡς μή τινι τῶν οἱ ἐπιτηδείων δοκούντων εἶναι ἐξαιτεῖσθαι ἐν ἐλπίδι τὸ λοιπὸν εἴη.