10.6
οὐ μὴν οὐδέ τις ἐκ τῆς συγκλήτου βουλῆς τὸ αἶσχος τοῦτο ἀναδουμένην τὴν πολιτείαν ὁρῶν δυσφορεῖσθαί τε καὶ τὴν πρᾶξιν ἀπειπεῖν ἔγνω, καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ προσκυνήσοντες.
10.7
ἀλλ’ οὐδέ τις ἱερεὺς δεινοπαθῶν ἔνδηλος γέγονε, καὶ ταῦτα δέσποιναν αὐτὴν προσερεῖν μέλλοντες.
10.8
καὶ ὁ πρότερον αὐτῆς θεατὴς δῆμος δοῦλος εὐθὺς οὐδενὶ κόσμῳ αὐτῆς εἶναί τε καὶ ὀνομάζεσθαι ὑπτίαις ἐδικαίου χερσίν.
10.9
οὐδέ τις στρατιώτης ἠγρίωτο, εἰ τοὺς ἐν τοῖς στρατοπέδοις κινδύνους ὑπὲρ τῶν τῆς Θεοδώρας πραγμάτων ὑφίστασθαι μέλλοι οὐδέ τις αὐτῇ ἄλλος ἀπήντησε τῶν ἁπάντων ἀνθρώπων, ἀλλὰ πάντες, οἶμαι, τῷ ταῦτα οὕτω δεδόσθαι κεκλιμένοι ἐνεχώρησαν ξυμπεραίνεσθαι τὸ μίασμα τοῦτο, ὥσπερ τῆς τύχης ἐπίδειξιν τῆς δυνάμεως πεποιημένης, ᾗ δὴ ἅπαντα πρυτανευούσῃ τὰ ἀνθρώπεια ὡς ἥκιστα μέλει οὔτε ὅπως ἂν τὰ πραττόμενα εἰκότα εἴη οὔτε ὅπως ἂν ταῦτα κατὰ λόγον τοῖς ἀνθρώποις γεγενῆσθαι δοκῇ.
10.10
ἐπαίρει γοῦν τινα ἐξαπιναίως ἀλογίστῳ τινὶ ἐξουσίᾳ ἐς ὕψος μέγα, ᾧπερ ἐναντιώματα μὲν πολλὰ ξυμπεπλέχθαι δοκεῖ, ἀντιστατεῖ δὲ παρά τι ἔργον τῶν πάντων οὐδὲν, ἀλλὰ ἄγεται μηχανῇ πάσῃ ὅπη ποτὲ αὐτῇ διατέτακται, ἁπάντων ἑτοίμως ἐξισταμένων τε καὶ ὑποχωρούντων προϊούσῃ τῇ τύχῃ. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.
10.11
Ἡ δὲ Θεοδώρα εὐπρόσωπος μὲν ἦν καὶ εὔχαρις ἄλλως, κολοβὸς δὲ καὶ ὡρακιῶσα οὐ παντάπασι μὲν, ἀλλ’ ὅσον ὑπόχλωρος εἶναι, γοργόν τε καὶ συνεστραμμένον ἀεὶ βλέπουσα.