8.25
ἀνεχώρει δὲ τῶν τε ὡμολογημένων καὶ ὀμωμοσμένων εὐθὺς, ὥσπερ τῶν ἀνδραπόδων τὰ χείριστα, δέει τῶν ἐγκειμένων σφίσι βασάνων διώμοτα εἰς τὴν ὁμολογίαν ἠγμένα.
8.26
φίλος ἀβέβαιος, ἐχθρὸς ἄσπονδος, φόνων τε καὶ χρημάτων διάπυρος ἐραστὴς, δύσερίς τε καὶ νεωτεροποιὸς μάλιστα, ἐς μὲν τὰ κακὰ εὐπαράγωγος, ἐς δὲ τὰ ἀγαθὰ οὐδεμιᾷ ξυμβουλῇ ἥκων, ἐπινοῆσαι μὲν τὰ φαῦλα καὶ ἐπιτελέσαι ὀξὺς, τῶν δὲ δὴ ἀγαθῶν καὶ αὐτήν που τὴν ἀκοὴν ἁλμυρὰν εἶναι οἰόμενος.
8.27
πῶς ἄν τις τῶν Ἰουστινιανοῦ τρόπων ἐφικέσθαι τῷ λόγῳ δυνατὸς εἴη; ταῦτά τε καὶ πολλὰ ἔτι μείζω κακὰ οὐ κατὰ ἄνθρωπον ἔχων ἐφαίνετο, ἀλλὰ πᾶσαν ἡ φύσις ἐδόκει τὴν κακοτροπίαν ἀφελομένη τοὺς ἄλλους ἀνθρώπους ἐν τῇ τοῦδε τοῦ ἀνδρὸς καταθέσθαι ψυχῇ.
8.28
ἦν δὲ πρὸς τοῖς ἄλλοις ἐς μὲν τὰς διαβολὰς εὔκολος ἄγαν, ἐς δὲ τὰς τιμωρίας ὀξύς. οὐ γάρ τι πώποτε διερευνησάμενος ἔκρινεν, ἀλλ’ ἀκούσας τοῦ διαβάλλοντος τὴν γνῶσιν εὐθὺς ἐξενεγκεῖν ἔγνω.
8.29
ἔγραφέ τε γράμματα οὐδεμιᾷ ὀκνήσει, χωρίων τε ἁλώσεις καὶ πόλεων ἐμπρησμοὺς καὶ ὅλων ἐθνῶν ἀνδραποδισμοὺς ἐξ αἰτίας οὐδεμιᾶς ἔχοντα.
8.30
ὥστε εἴ τις ἄνωθεν ἅπαντα τὰ Ῥωμαίοις ξυνενεχθέντα σταθμώμενος ἀντισηκοῦν αὐτὰ τούτοις ἐθέλοι, δοκεῖ μοι ἂν πλείω φόνον εὑρέσθαι ἀνθρώπων πρὸς τοῦ ἀνδρὸς τοῦδε ξυμβάντα ἢ ἐν τῷ ἄλλῳ παντὶ αἰῶνι γεγενῆσθαι τετύχηκε.
8.31
τῶν δὲ ἄλλων χρημάτων ἐς μὲν τὴν ἀναίσθητον κτῆσιν ἀοκνότατος ἦν· οὐδὲ γὰρ οὐδὲ σκῆψιν ἠξίου τινὰ παραπέτασμα τοῦ δικαίου προβεβλημένος τῶν οὐ προσηκόντων ἐπιβατεύειν· γενομένων δὲ οἰκείων ἑτοιμότατος ἦν ἀλογίστῳ φιλοτιμίᾳ περιφρονεῖν τε καὶ τοῖς βαρβάροις προΐεσθαι οὐδενὶ λόγῳ.