7.40
ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμωρίας ἐς ἀεὶ τρέπονται.
7.41
ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ̓ ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθίστασθαι οὐδαμῆ ἀπηξίου·
7.42
χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ’ αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου.
8.1
Ταῦτα μὲν οὖν ἔν τε Βυζαντίῳ ἐπράττετο καὶ πόλει ἑκάστῃ. ὥσπερ γὰρ ἄλλο τι νόσημα ἐνθένδε ἀρξάμενον τὸ κακὸν πανταχῆ ἐπέσκηψε τῆς Ῥωμαίων ἀρχῆς.
8.2
βασιλεῖ δὲ τῶν πρασσομένων ἥκιστα ἔμελεν, ἐπεὶ οὐδέ τις αἴσθησις τῷ ἀνθρώπῳ ἐγένετο, καίπερ αὐτόπτῃ τῶν δρωμένων ἐν τοῖς ἱπποδρομίοις ἀεὶ γινομένῳ.
8.3
ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθεῖ ὄνῳ ἐμφερὴς μάλιστα καὶ οἷος τῷ τὸν χαλινὸν ἕλκοντι ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων.
8.4
Ἰουστινιανὸς ταῦτά τε ἔπρασσε καὶ ξύμπαντα τἄλλα ἐκύκα. ὅσπερ ἐπειδὴ τάχιστα ἐπελάβετο τῆς τοῦ θείου ἀρχῆς, χρήματα μὲν τὰ δημόσια εὐθὺς καταναλοῦν κόσμῳ οὐδενὶ ἐν σπουδῇ εἶχεν ἅτε αὐτῶν κύριος γεγονώς.
8.5
Οὔννων γὰρ τοῖς ἀεὶ προστυγχάνουσι πλεῖστα ἐπὶ τῇ πολιτείᾳ προΐετο· ἐξ οὗ δὴ ἐφόδοις ἀποκεῖσθαι συχναῖς ξυνέβαινε
8.6
Ῥωμαίων τὴν γῆν. ἀπογευσάμενοι γὰρ οἱ βάρβαροι οὗτοι Ῥωμαίων πλούτου μεθίεσθαι οὐκέτι ἠνείχοντο τῆς ἐνταῦθα φερούσης ὁδοῦ.